1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

15

ἐπιλαμβανομένου. Ἀλλὰ μὴ ἐκείνοις προσέχωμεν· ἔσται γὰρ, ἔσται πάντως κρίσις καὶ ἀνάστασις, καὶ οὐκ ἀφήσει εἰκῆ τοσαῦτα ἔργα ὁ Θεός. ∆ιὸ, παρακαλῶ, τῆς κακίας ἀποσχόμενοι, τῆς ἀρετῆς ἐχώμεθα, ἵνα τὸν ἀληθῆ λόγον παραδεξώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καίτοι τί εὐκολώτερον, τὸν περὶ ἀναστάσεως δέξασθαι λόγον, ἢ τὸν περὶ [τῆς] εἱμαρμένης; Ἐκεῖνος ἀδικίας γέμει, ἐκεῖνος ἀλογίας, ἐκεῖνος ὠμότητος, ἐκεῖνος ἀπανθρωπίας· οὗτος δικαιοσύνης, τοῦ κατ' ἀξίαν ἀπονεμητικός· καὶ ὅμως αὐτὸν οὐ παραδέχονται. Τὸ δὲ αἴτιον ἡ ἀργία· ἐπεὶ οὐδεὶς νοῦν ἔχων, ἐκεῖνον δέχεται. Καὶ γὰρ καὶ ἐν Ἕλλησιν οἳ τὴν ἡδονὴν ὁριζόμενοι, τέλος εἶναί φασιν, ἐκεῖνοι αὐτὸν ἐδέξαντο· οἱ δὲ τὴν ἀρετὴν ἀγαπήσαντες, οὐκέτι, ἀλλ' ἐξέβαλον ὡς ἄλογον. Εἰ δὲ ἐν Ἕλλησι τοῦτο, πολλῷ μᾶλλον καὶ ἐν τῷ περὶ τῆς ἀναστάσεως λόγῳ οὕτω. Θέα δέ μοι πῶς δύο ἐναντία κατεσκεύασεν ὁ διάβολος· ἵνα γὰρ ἀμελῶμεν ἀρετῆς, καὶ ἵνα θεραπεύωμεν δαίμονας, τὴν ἀνάγκην εἰσήγαγεν, καὶ δι' ἑκατέρων ἀμφότερα ἔπεισε. Τίνα οὖν δυνήσεται λόγον δοῦναι ὁ διαπιστῶν πράγματι οὕτω θαυμαστῷ, καὶ τοῖς ἐκεῖνα ληροῦσι πειθόμενος; Μὴ τοίνυν μηδὲ αὕτη σε ἡ παραμυθία τρεφέτω, ὡς τεύξῃ συγγνώμης· ἀλλὰ συστρέψαντες ἑαυτοὺς, διεγείρωμεν πρὸς ἀρετὴν, καὶ ζήσωμεν ἀληθῶς τῷ Θεῷ, ἐν Χριστῷ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Γʹ. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς

Ἐκκλησίας. αʹ. Τήμερον ἀποδοῦναι ἀναγκαῖον τὸ ὄφλημα, ὅπερ χθὲς ἀνεβαλόμην, ὥστε ἀκμαζούσαις ὑμῶν προσβαλεῖν ταῖς διανοίαις. Περὶ τῆς τοῦ Υἱοῦ ἀξίας διαλεγόμενος ὁ Παῦλος ταῦτά φησιν, ὥσπερ καὶ ἀπεδείξαμεν· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Τίνος οὖν αὐτὸν οἴει λέγειν εἰκόνα εἶναι; Εἰ μὲν τοῦ Θεοῦ, καλῶς· Θεὸς γὰρ καὶ Θεοῦ Υἱός· Θεοῦ δὲ εἰκὼν τὸ ἀπαράλλακτον δείκνυσιν· οὐκοῦν ἀπαράλλακτος κατὰ τοῦτο· εἰ δὲ ἀνθρώπου, εἰπὲ, καὶ ὡς μαινομένου λοιπὸν ἀποστήσομαι. ∆ιὰ τί δὲ μηδαμοῦ μήτε εἰκὼν, μήτε υἱὸς, ἄγγελος κέκληται, ἀλλ' ἄνθρωπος ἀμφότερα; ∆ιὰ τί; Ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηρμένον ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν, καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγον 62.318 κάτω. ∆ιὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης, θαῤῥούντως ἡ Γραφὴ τίθησι τὴν τιμήν· ἔνθα δὲ μείζων ἡ φύσις, οὐκέτι. Ἀλλ', Εἰκὼν τοῦ ἀοράτου, φησίν. Οὐκοῦν εἰ ἐκεῖνος ἀόρατος, καὶ αὕτη ὁμοίως ἀόρατος, ἐπεὶ οὐδ' ἂν εἰκὼν εἴη. Τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ' ἡμῖν ἀπαράλλακτον δεῖ εἶναι, οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως. Ἀλλ' ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα, μᾶλλον δὲ πανταχοῦ, ἐὰν τὰ τῆς ἀκριβείας ζητῇς· ἔνθα δὲ ὁ Θεὸς, οὐδαμοῦ σφάλλεται, οὐδὲ διάπτωσίς τις γίνεται. Εἰ δὲ κτίσμα, πῶς εἰκὼν τοῦ κτίσαντος; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών. Εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκὼν, τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ αὐτοὶ ἀόρατοι, ἀλλ' οὐχ ἑαυτοῖς· καὶ ψυχὴ ἀόρατος·