1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

67

ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καταξιωθῆναι γὰρ ὄντως ἐστὶ, καὶ τὸ ἀτιμασθῆναι καὶ τὸ δεθῆναι. Εἰ γὰρ ἐρώμενόν τις ἔχων, κέρδος ἡγεῖται τὸ δι' ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον τὸ διὰ τὸν Χριστόν. Μὴ τοίνυν ἀσχάλλωμεν περὶ τὰς θλίψεις διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσμῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἔστω ἡμῶν προτροπή· οἷον, παραινεῖς τισι, πένησι δοῦναι διὰ Χριστόν; ἀνάμνησον αὐτοὺς τῶν Παύλου δεσμῶν, καὶ σαυτὸν κἀκείνους ταλάνισον, εἰ ἐκεῖνος μὲν καὶ τὸ σῶμα ἐξέδωκε δεσμοῖς δι' αὐτὸν, σὺ δὲ οὐδὲ τροφῆς μεταδίδως. Ἐπήρθης ἐπὶ κατορθώμασι; μνημόνευσον τῶν Παύλου δεσμῶν, καὶ ὅτι οὐδὲν τοιοῦτον ἔπαθες, καὶ οὐκέτι ἐπαρθήσῃ. Ἐπεθύμησας τῶν τοῦ πλησίον; μνημόνευσον τῶν Παύλου δεσμῶν, καὶ ὄψει πῶς ἄτοπον ἐκεῖνον μὲν ἐν κινδύνοις εἶναι, σὲ δὲ τρυφᾷν. Ἐπεθύμησας πάλιν τρυφῆς; ἐν νῷ λάβε τὸ δεσμωτήριον Παύλου· ἐκείνου μαθητὴς εἶ, ἐκείνου συστρατιώτης. Πῶς ἔχει λόγον, τὸν μὲν συστρατιώτην ἐν δεσμοῖς εἶναι, σὲ δὲ ἐν τρυφῇ; Ἐν θλίψει γέγονας, ἐνόμισας ἐγκαταλελεῖφθαι; ἄκουε τῶν Παύλου λόγων, καὶ ὄψει ὅτι τὸ ἐν θλίψει εἶναι οὐκ ἐγκαταλείψεώς ἐστι τεκμήριον. Θέλεις σηρικὰ φορεῖν ἱμάτια; μνημόνευε τῶν Παύλου δεσμῶν, καὶ ταῦτά σοι φανεῖται τῶν ῥακίων ἀτιμότερα τῶν βεβορβορωμένων. Θέλεις χρυσία περιθέσθαι; ἐν νῷ λάβε τὰ Παύλου δεσμὰ, καὶ σχοίνου παλαιᾶς οὐδὲν ἄμεινόν σοι δόξει ταῦτα διακεῖσθαι. Θέλεις διαθεῖναι τὰς τρίχας, καὶ καλὴ φαίνεσθαι; ἐννόησον τὸν αὐχμὸν τοῦ Παύλου τὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἐκκαήσῃ πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ τοῦτο ἐσχάτην ἡγήσῃ δυσείδειαν, καὶ στενάξεις πικρῶς ἐπιθυμοῦσα ἐκείνων τῶν δεσμῶν. Θέλεις ἐπιτρίμματα καὶ ὑπογραφὰς ἑαυτῇ περιθεῖναι, καὶ ὅσα τοιαῦτα; ἐννόησον τὰ ἐκείνου δάκρυα· τριετίαν, νύκτα καὶ ἡμέραν οὐκ ἐπαύετο δακρύων. Τούτῳ τῷ κόσμῳ καλλώπιζε τὴν παρειάν· ταῦτα τὰ δάκρυα λαμπρὰν αὐτὴν ἐργάζεται. Οὐ λέγω ἵνα ὑπὲρ τῶν ἄλλων δακρύῃς (βούλομαι μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἀνώτερόν σού ἐστι τοῦτο), ἀλλ' ὑπὲρ τῶν σῶν ἁμαρτημάτων τοῦτο παραινῶ ποιεῖν. Ἐκέλευσας δεσμευθῆναι παῖδα, καὶ ὠργίσθης καὶ παρωξύνθης; μνημόνευε τῶν Παύλου δεσμῶν, καὶ εὐθέως παύσεις τὴν ὀργήν· ἀναμνήσθητι ὅτι τῶν δεδεμένων ἡμεῖς, ἀλλ' οὐ τῶν δεόντων, τῶν συντετριμμένων τὴν καρδίαν, ἀλλ' οὐ τῶν συντριβόντων. ∆ιεχύθης καὶ ἀνεκάγχασας μέγα; ἔννοιαν λάβε τῶν ἐκείνου ὀδυρμῶν, καὶ στενάξεις· πολλῷ σε λαμπροτέραν τὰ δάκρυα ταῦτα δείκνυσιν. Εἶδες τρυφῶντας καὶ ὀρχουμένους; μνημόνευσον αὐτοῦ τῶν δακρύων. Ποία πηγὴ τοσαῦτα ἀνέβλυσε νάματα, ὡς οἱ ὀφθαλμοὶ 62.384 ἐκεῖνοι τὰ δάκρυα; Μνημονεύετέ μου, φησὶ, τῶν δακρύων, ὥσπερ τῶν δεσμῶν ἐνταῦθα. Καὶ εἰκότως ἐκείνοις ταῦτα εἶπεν, ἡνίκα ἀπὸ τῆς Ἐφέσου αὐτοὺς μετεστείλατο εἰς τὴν Μίλητον. ∆ιδασκάλοις γὰρ ἔλεγεν· ὥστε ἐκείνους μὲν καὶ τὸ συνάγειν ἀπαιτεῖ, τούτους δὲ τὸ κινδυνεύειν μόνον. γʹ. Ποίαν βούλει παραβαλεῖν πηγὴν τοῖς δάκρυσι τούτοις; τὴν ἐν τῷ παραδείσῳ, τὴν ποτίζουσαν τὴν γῆν ἅπασαν; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δακρύων πηγὴ ψυχὰς ἐπότιζεν, οὐ γῆν. Εἴ τις ἡμῖν δεδακρυμένον ἔδειξε Παῦλον καὶ στενάζοντα, οὐ πολλῷ ἦν βέλτιον ἰδεῖν, ἢ χοροὺς μυρίους φαιδρῶς ἐστεφανωμένους; Οὐ λέγω περὶ ὑμῶν· ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν ἀκολάστων ἐκκαιόμενον καὶ βακχευόμενον τῷ τῶν σωμάτων ἔρωτι, ἐδείκνυ κόρην παρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον ἠρέμα, περιστρεφόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν μειδιῶντα, καὶ πολλῇ μὲν περιεσταλμένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσι κυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωμένην, τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν πάλιν τὴν παρειὰν