1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

2

ἀτρέπτῳ τὴν ἡμετέραν πρὸς τὸ κακὸν τροπὴν ἐξιάσηται. οὑτοσὶ δὲ φησὶν οὐ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ὅπερ ταὐτόν ἐστι τῷ μὴ τὸν λόγον σάρκα γενέσθαι, τὸν ἐν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι τῇ ζωῇ τῶν ἀνθρώπων διὰ τοῦ δουλικοῦ προσώπου καθομιλήσαντα, ἀλλὰ θείαν τινὰ σάρκωσιν ἀνατυποῦται τῷ λόγῳ, οὐκ οἶδα τί σημαίνων τῷ ῥήματι, πότερον τροπὴν τῆς θεότητος ἀπὸ τῆς ἁπλῆς αὐτοῦ καὶ ἀσυνθέτου φύσεως εἰς σαρκώδη ἀντιτυπίαν ἀλλοιωθείσης ἢ μενούσης τῆς θείας οὐσίας ἐφ' ἑαυτῆς ἄλλην τινὰ σάρκωσιν θείαν μεθόριον τῆς τῶν ἀνθρώπων τε καὶ τοῦ θεοῦ φύσεως ἀναφανῆναι οὔτε ἄνθρωπον οὖσαν οὔτε θεόν, μετέχουσαν δέ πως ἀμφοτέρων, ἥτις τῷ μὲν σάρκωσις εἶναι συγγενῶς πρὸς τὸ ἀνθρώπινον ἔχει, τῷ δὲ θεία εἶναι κρείττων ἐστὶν ἢ κατὰ ἄνθρωπον. ἀλλὰ μὴν θεὸς εἶναι οὐ δύναται· ἁπλοῦν γὰρ τῇ φύσει τὸ θεῖόν ἐστι καὶ ἀσύνθετον· οὗ δὲ ἡ ἁπλότης, τούτου κατὰ τὸ ἴσον πάντως καὶ ἡ θεότης κεχώρισται. ἄνθρωπος δὲ αὖ πάλιν οὐκ ἔστιν· ὁ γὰρ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συν εστηκὼς ἄνθρωπος λέγεται· ᾧ δὲ μὴ συνεπινοεῖται τὰ δύο, πῶς ἡ τοῦ ἀνθρώπου κλῆσις ἐφαρμοσθήσεται; ἀνθρώπου γὰρ σῶμα λέγομεν καὶ ψυχὴν ἀνθρώπου, ἕως ἂν ἐφ' ἑαυτοῦ ἑκάτερον τούτων θεωρῆται· ἡ δὲ συνδρομὴ τούτων τῶν δύο ἄνθρωπος καὶ ἔστι καὶ λέγεται. τί οὖν ἐστιν ἡ θεία 3,1.134 σάρκωσις ἡ μήτε ἄνθρωπος οὖσα μήτε θεός, ἣν ἀναπλάσσει ἡ τοῦ λόγου ἐπιγραφή, οὐκ ἔστιν ἐκ τῶν ἐξητασμένων εὑρεῖν.

Ἀπόδειξις, φησί, περὶ τῆς θείας σαρκώσεως τῆς καθ' ὁμοίωσιν ἀνθρώπου. τί τοῦτο πάλιν ἐν δείκνυται, τὸ καθ' ὁμοίωσιν ἀνθρώπου; ὅτι ἡ θεία σάρκωσις ὁμοίως τῇ ἀνθρωπίνῃ συνίσταται. πότε τοῦτο; ἆρα ἐπ' ἐσχάτου τῶν ἡμερῶν; καὶ ποῦ τὸ τῆς παρθενίας μυστήριον; οὐ γὰρ καθ' ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ὁ κύριος, καθὼς ὁ λογογράφος φησίν, ἀλλὰ θείᾳ δυνάμει καὶ πνεύματι ἁγίῳ, καθὼς τὸ εὐαγγέλιον λέγει. ἀλλὰ πρὸ τῶν αἰώνων; καὶ πῶς ὁμοιοῦται τῷ μὴ ὄντι τὸ ὄν; τελευταῖος μὲν γὰρ τῶν κατὰ τὴν κτίσιν ὁ ἄνθρωπος, ὁ δὲ κύριος βασιλεὺς πρὸ αἰώνων. κατὰ ποίου τοίνυν ἀνθρώπου ὁμοίωσιν ἐκείνη ἡ θεία σάρκωσις κατὰ τὸ προαιώνιον γίνεται; κατὰ τὴν τοῦ Ἀδάμ; ἀλλ' οὔπω ἦν. ἀλλὰ καθ' ἕτερόν τινα ἄν θρωπον; καὶ τίς οὗτος ὁ προνοούμενος τοῦ Ἀδὰμ ἄνθρωπος, ἵνα κατὰ τὸ ἐγκείμενον ὑπόδειγμα ὁμοιωθῇ τοῦ θεοῦ ἡ σάρκωσις; τὸ γὰρ ὅμοιον τῷ ὄντι πάντως, οὐ τῷ μὴ ὄντι ὅμοιον γίνεται. ὥστε δύο κατ' αὐτὸν φαίνεται τῷ λόγῳ τὰ ἄτοπα· ἢ γὰρ πρεσβύτερον εὑρίσκεται τὸ πλάσμα τοῦ πλάσαντος ἢ τῷ μὴ ὄντι ὁμοιοῦται τὸ θεῖον σαρκούμενον· κατ' ἀρχὰς γὰρ ἡ μὲν θεότης ἦν, ὁ δὲ Ἀδὰμ οὐκ ἦν. οὐκοῦν εἰ καθ' ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ἡ θεία φύσις, τῷ μὴ ὄντι ὁμοιοῦται ἡ θεία σάρκωσις· τὸ δὲ τῷ μὴ ὄντι ὁμοιού μενον οὐδ' ἂν αὐτὸ πάντως εἴη. ἀλλ' ἕτερόν τινα τρόπον παρὰ τὸν ἀνθρώπινον τὴν σάρκωσιν ἐκείνην γεγενῆσθαί φησιν. καὶ τίς τῶν ἑτεροφυῶν ἡ ὁμοίωσις; εἰ οὖν μήτε κατὰ τὸ προαιώνιον ἐνδέχεται τὴν θείαν σάρκωσιν καθ' ὁμοίωσιν ἀνθρώπου γενέσθαι μήτε ἐπὶ τοῦ ἐσχάτου τῶν χρόνων, ὅτε κατὰ ἄνθρωπον ἡ τοῦ κυρίου οἰκονομία, καθ' ἣν ἐν 3,1.135 σαρκὶ θεὸς ἐφανερώθη, καθ' ὁμοίωσιν ἀνθρώπου ἡ σάρκωσις γίνεται (οὐ γὰρ παραδέχεται τὴν τοιαύτην ἔννοιαν τὸ κατὰ τὴν παρθενίαν μυστήριον), μάτην ἂν εἴη κατ' ἀμφοτέρας τὰς ἐννοίας ταύτην τοῦ λόγου τὴν ἐπιγραφὴν ποιησάμενος. ὅτι μὲν οὖν ἀνεπίσκεπτος ἡ ἐπιγραφὴ καὶ οὐδενὶ συνεστῶτι ἐπερειδομένη νοήματι, μετρίως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι τοῖς ἐπιστατικῶς ἐπαΐουσιν. Καιρὸς δ' ἂν εἴη καὶ αὐτὸν προθεῖναι τῇ ἐξετάσει τὸν λόγον τὸν ὑπὸ τῆς γραφῆς ταύτης δηλούμενον. γράψω δὲ τὰ πρῶτα τῇ ἐμαυτοῦ λέξει δι' ὀλίγων ἐπιδραμὼν τὴν διάνοιαν, ἐν οἷς ἀκίνδυνόν ἐστι τὸ παραδραμεῖν τῶν γεγραμ μένων τι ἀνεξέταστον.

Μόνον, φησί, τὴν εὐσεβῆ πίστιν ἀγαθὸν ἦν νομίζεσθαι· μηδὲ γὰρ τῇ Εὔᾳ συνενεγ κεῖν τὴν ἀνεξέταστον πίστιν· ὥστε προσῆκε καὶ τὴν τῶν Χριστιανῶν ἐξητασμένην εἶναι, μή που λάθῃ ταῖς τῶν Ἑλλήνων ἢ τῶν Ἰουδαίων συνεμπεσοῦσα