1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

42

φησί, τοῦ θεοῦ τὰ χαρίσματα, οὐδετέρου τούτων ἀπο χωρεῖ, ἀλλὰ εἰς τὸ διηνεκὲς παραμένει. οὐδὲ γὰρ ἔστι τὸ χωρίζον τινὰ τῆς πρὸς τὸν θεὸν συναφείας πλὴν ἁμαρτίας· οὗ δὲ ἡ ζωὴ ἀναμάρτητος, τούτου πάντως ἀχώριστος ἡ πρὸς τὸν θεὸν ἕνωσις. Ἐπεὶ οὖν δι' ἀμφοτέρων τὸ ἀναμάρτητον, διὰ ψυχῆς λέγω καὶ σώματος, ἐν ἑκατέρῳ κατὰ τὸ εἰκὸς ἦν τῆς θείας φύσεως ἡ παρουσία. τοῦ δὲ θανάτου τὸν μερισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἐργασαμένου τὸ μὲν σύνθετον 3,1.225 διετέμνετο, τὸ δὲ ἀσύνθετον οὐ διΐστατο, ἀλλ' ἀδιασπάστως ἐν ἑκατέρῳ ἦν. τεκμήριον δὲ τοῦ μὲν ἐν σώματι τὸν θεὸν εἶναι τὸ ἐν ἀφθαρσίᾳ φυλαχθῆναι τὴν σάρκα μετὰ τὸν θά νατον· θεὸς δὲ πάντως ἐστὶν ἡ ἀφθαρσία· τοῦ δὲ τῆς ψυχῆς μὴ ἀποχωρῆσαι τὸ δι' ἐκείνης ὁδοποιηθῆναι τῷ λῃστῇ τὴν εἰς τὸν παράδεισον εἴσοδον. ἐπειδὴ τοίνυν ἐπληρώθη τὸ μυστήριον τῆς θείας δυνάμεως τῷ διπλῷ τῆς ἀνθρωπίνης φύσεως ἐγ γενομένης καὶ δι' ἑκατέρου τῷ συγγενεῖ μέρει τὴν ζωοποιὸν ἐναποθεμένης ἐνέργειαν, διὰ μὲν τῆς σαρκὸς τῷ σώματι, διὰ δὲ τῆς ψυχῆς τῇ ψυχῇ (τῆς νοερᾶς λέγω καὶ οὐ τῆς ἀλόγου· κτηνῶδες γὰρ καὶ οὐκ ἀνθρώπινόν ἐστι τὸ ἀνόητον), τότε ἡ ἐξ ἀρχῆς ἐγκραθεῖσα τῷ σώματι καὶ τῇ ψυχῇ θεότης καὶ μέχρι παντὸς παραμείνασα ἐν τῇ ἀναστάσει τοῦ κειμένου ἐγείρεται καὶ οὕτω Χριστὸς ἐκ νεκρῶν ἐγηγέρθαι λέγεται, ὁ αὐτὸς καὶ ὢν Χριστὸς καὶ γενόμενος· ὢν μὲν κατὰ τὴν προαιώνιον βασιλείαν, γενόμενος δὲ ὅτε εὐηγγελίζοντο τοῖς ποιμέσιν οἱ ἄγγελοι τὴν μεγάλην χαρὰν τὴν ἐσομένην παντὶ τῷ λαῷ ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος, ὅς ἐστι, φησί, Χριστὸς κύριος προσφόρως ὀνομαζόμενος κατὰ τὸν λόγον τοῦ Γαβριὴλ τοῦ εἰπόντος πνεῦμα ἅγιον ἐπελεύσεσθαι τῇ παρθένῳ καὶ δύναμιν ὑψίστου ἐπισκιάσειν. ὁ τοίνυν οὕτω τεχθεὶς εἰκότως καὶ Χριστὸς καὶ κύριος λέγεται· κύριος μὲν διὰ τὴν δύ ναμιν τοῦ ὑψίστου, Χριστὸς δὲ διὰ τὸ πνεῦμα τῆς χρίσεως. οὐ γὰρ ὁ προαιώνιος τότε χρίεται, ἀλλὰ περὶ οὗ φησιν ὅτι Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. τὸ γὰρ σήμερον τῶν δύο τοῦ χρόνου τμημάτων, τοῦ παρῳχηκότος τε καὶ τοῦ μέλλοντος, τὸ μέσον ἐστίν. ὁ δὲ τῶν αἰώνων ποιητὴς πῶς ἐν μέρει τοῦ χρόνου καὶ γεννᾶται καὶ χρίεται; ὥστε ἡ θεότης καὶ οὐ τέθνηκε καὶ ἐγήγερται· οὐ τέθνηκε γάρ, ὅτι τὸ μὴ συντεθὲν οὐ διαλύεται, ἐγήγερται δέ, ὅτι ἐν τῷ λυθέντι 3,1.226 οὖσα ἑαυτῇ συνεπαρθῆναι τὸν κατὰ τὸν νόμον τῆς ἀνθρωπίνης πεσόντα φύσεως παρεσκεύασεν, ὡς ἂν ἑκατέρῳ μέρει τὸ οἰκεῖον προφερομένῳ παροῦσα τὴν τῶν σωμάτων φύσιν διὰ τοῦ σώματος τὴν δὲ τῶν ψυχῶν διὰ τῆς ψυχῆς ἐξιάσαιτο· πάλιν δὲ δι' ἑαυτῆς τὸ διακεκριμένον ἑνώσασα ἐν τῷ ἐπαιρομένῳ ἀνίσταται. καὶ ὥσπερ (κωλύει γὰρ οὐδὲν σωματικῶς τὸ μυστήριον τῆς κατὰ τὴν ἀνάστασιν οἰκονομίας ἐνδείξασθαι) [καθάπερ] εἰ διχῇ κάλαμος διασχισθείη καί τις κατὰ τὸ ἓν πέρας τὰ ἄκρα τῶν τοῦ καλάμου τμημάτων ἑνώσειεν, ὅλον ἐξ ἀνάγκης τὸ τμῆμα τοῦ καλάμου πρὸς τὸ ὅλον συναρμο σθήσεται διὰ τῆς ἐν τῷ ἑνὶ πέρατι συμβολῆς τε καὶ σφίγξεως πρὸς τὸ ἕτερον πέρας συναρμοζόμενον, οὕτως ἡ ἐν ἐκείνῳ τῆς ψυχῆς πρὸς τὸ σῶμα γενομένη διὰ τῆς ἀναστάσεως ἕνωσις πᾶσαν κατὰ τὸ συνεχὲς τὴν ἀνθρωπίνην φύσιν διὰ τοῦ θανάτου ψυχῇ τε καὶ σώματι μεμερισμένην πρὸς συμφυΐαν ἄγει τῇ ἐλπίδι τῆς ἀναστάσεως, τὴν συνδρομὴν τῶν διεστηκότων ἁρμόσασα· καὶ τοῦτό ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον ὅτι Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμη μένων, καὶ Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα. κατὰ γὰρ τὸ τοῦ καλάμου ὑπόδειγμα ἀπὸ μὲν τοῦ κατὰ τὸν Ἀδὰμ πέρατος ἡ φύσις ἡμῶν διὰ τῆς ἁμαρτίας ἐσχίσθη, τῷ θανάτῳ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος διαιρεθείσης, ἀπὸ δὲ τοῦ κατὰ τὸν Χριστὸν μέρους πάλιν ἡ φύσις ἑαυτὴν ἀναλαμβάνει, πάντῃ τῆς διαιρέσεως πρὸς ἑαυτὴν ἐν τῇ ἀναστάσει τοῦ κατὰ τὸν Χριστὸν ἀνθρώπου συμφυομένης. διὰ τοῦτο τοίνυν συναπο θνήσκομεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι, οὐ τοῦτον λέγω τὸν ἀναγκαῖόν τε καὶ κοινὸν τῆς φύσεως ἡμῶν θάνατον· τοῦτο γὰρ καὶ μὴ βουλομένων γενήσεται· ἀλλ' ἐπειδὴ τῷ ἑκουσίως