1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

15

ὁμοιότητα. ἀλλὰ τὴν μὲν ἀσέβειάν τε καὶ τὴν ἄνοιαν τῆς τοιαύτης ὑπολήψεως ἐπιδεῖξαι μικρὸν ὑπερθήσομαι, νυνὶ δὲ καθεξῆς τοῖς γεγραμμένοις κατὰ λέξιν διευθῦναι τὸν λόγον πειράσομαι, ὅσαπερ ἂν ὑπαίτια κατὰ τὸ πρόχειρον ᾖ. φησὶ γὰρ μὴ εἶναι θεὸν τέλειον μετὰ ἀνθρώπου τελείου. τέως ἐνταῦθα πότερον ἀτελῆ τῶν εἰρημένων ὠνόμασεν, ἀφῆκεν ἀμφίβολον καὶ τῷ ἀδήλῳ τοῦ σημαινομένου πρὸς ἑκάτερον ἐπίσης ἡ διάνοια βλέπει καὶ οὐκ ἔστιν ἐξ ὧν ἠκούσαμεν περὶ τίνα νομίζει τὸ ἀτελὲς διδαχθῆναι, περὶ τὸν θεὸν ἢ τὸν ἄνθρωπον ἢ καὶ περὶ ἀμφοτέρων τὸ ἴσον οἴεται. αὐτὸν εἶναι φησὶ θεὸν μὲν πνεύματι τὴν τοῦ θεοῦ δόξαν ἔχοντα, ἄνθρωπον δὲ σώματι τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσαντα μορφήν. εἶπε θεόν, εἶπε καὶ ἄνθρωπον· φανερὸν δὲ πᾶσιν, ὅτι οὐ ταὐτὸν τῶν ὀνομάτων τούτων τὸ σημαινόμενον, ἀλλ' ἴδιος μὲν ὁ τῆς θεότητος, ἕτερος δὲ ὁ τῆς ἀνθρωπότητος ἑρμηνευτικός ἐστι λόγος. θεὸς μὲν γάρ ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον πάντων ἀγαθῶν αἴτιον, οὔτε ποτὲ μὴ ὂν οὔτε μὴ ἐσόμενον· ἄνθρωπος δὲ τὰ μὲν ἄλλα συγγενῶς πρὸς τὴν τῶν ἀλόγων φύσιν διάκειται καὶ διὰ σαρκὸς καὶ αἰσθήσεως παραπλησίως αὐτοῖς διοικού μενος, τῇ δὲ τοῦ νοῦ προσθήκῃ τῶν ἀλόγων κεχωρισμένος ἐν τούτῳ τὸ ἰδιάζον ἔχει τῆς φύσεως. οὐ γὰρ ἄν τις ἄνθρωπον ὁριζόμενος ἀπὸ σαρκῶν τε καὶ ὀστέων καὶ αἰσθητηρίων ὁρίσαιτο οὐδὲ τὴν βρωτικήν τε καὶ ἀλλοιωτικὴν δύναμιν εἰπών τις τὸ ἴδιον τῆς ἀνθρωπίνης ἐνεδείξατο φύσεως, ἀλλὰ τὸ διανοητικὸν καὶ λογικὸν τὸν ἄνθρωπον ἔδειξεν. ἴσον οὖν ἐστιν ἢ διὰ τοῦ ὀνόματος ἐρμηνεῦσαι τὴν φύσιν ἢ διὰ τοῦ 3,1.164 ἰδίως παρεπομένου τῇ φύσει. ὅ τε γὰρ ἄνθρωπον εἰπὼν τὸ λογικὸν ἐνεδείξατο ὅ τε λογικὸν ὀνομάσας τὸν ἄνθρωπον διὰ τῆς φωνῆς ταύτης ἀπέδειξεν.

Οὐκοῦν καὶ ὁ Ἀπολινάριος θεὸν καὶ ἄνθρωπον ὀνομάσας, εἴπερ τὰς ἐμφαινομένας τῇ θεότητι σημασίας τῇ φωνῇ ταύτῃ συμπεριέλαβεν, οὐδ' ἂν τοῦ ἀνθρώπου τὸ σημαινόμενον διὰ τῆς ἑρμηνείας λωβήσαιτο. ἀλλ' εἴπερ ἄνθρωπος λέγεται, ἔστι πάντως ἡ κλῆσις ἀληθὴς καὶ οὐ ψευδώνυμος· τὸ δὲ ἀληθὲς τοῦ ὀνόματος ἐν τῷ λογικὸν εἶναι ζῷον τὸν οὕτω κατονομαζόμενον ἐπι δείκνυται, ὁ δὲ λόγος ἐκ διανοίας πάντως· ὥστε εἰ ἄν θρωπος, καὶ διανοητικὸς ἐξ ἀνάγκης· εἰ δὲ οὐ διανοητικός, οὐδὲ ἄνθρωπος. Ἀλλ' ἄνθρωπος ἦν τῷ σώματι, φησί, τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσας μορφήν. ταῦτα μὲν οἴκοθεν καὶ οὐκ ἐκ τῆς γραφικῆς ἡμῖν διδασκαλίας προβάλ λεται· πλὴν ὡς ἂν καὶ ἀπ' αὐτῶν ὧν λέγει πρὸς τοὐναντίον αὐτῷ περιτραπείη τὸ σπουδαζόμενον, οὑτωσὶ τὸν λόγον κατανοήσωμεν. τὴν ἄδοξον, φησίν, ἐφόρεσε τῶν ἀνθρώπων μορ φήν. τίς δόξα ἀνθρώπου, πρῶτον ἐπισκεψόμεθα καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὴν ἀδοξίαν νοήσομεν. οὐκοῦν δόξα ἀνθρώπου ἥ γε ἀληθὴς δόξα ἡ κατὰ ἀρετήν ἐστι πάντως ζωή. τὸ γὰρ εὐχροίᾳ τινὶ ἢ ὥρᾳ σαρκὸς ἢ τὸ ἔμπαλιν ἀμορφίᾳ σώματος τὴν δόξαν τῶν ἀνθρώπων ἢ τὴν ἀδοξίαν ὁρίζεσθαι τῶν διατεθρυμμένων ἂν εἴη. εἰ οὖν ἡ ἀρετὴ τὸ ἔνδοξον ἐπ' ἀνθρώπων ὁμολογεῖται, ἡ κακία πάντως τὸ ἄδοξον. ἀλλὰ μὴν φησὶ τὸν θεὸν ὁ Ἀπολι νάριος τὴν ἄδοξον τῶν ἀνθρώπων ὑπεληλυθέναι μορφήν. εἰ οὖν ἐν κακίᾳ τὸ ἄδοξον, κακία δὲ προαιρέσεως αἶσχός ἐστι, προαιρεῖται δὲ ἡ διάνοια, διάνοια δὲ νοῦ τι κίνημα, ἄρα τὴν ἀνθρωπίνην ἀδοξίαν περὶ τὸν θεὸν βλέπων οὐκ ἀποσχίζει τῆς διανοίας τὸν ἄνθρωπον, δι' οὗ ὁ θεὸς τῇ ἀν θρωπίνῃ ζωῇ καθωμίλησεν. καὶ συμβαίνει γε τοῦτο ταῖς 3,1.165 θείαις γραφαῖς, τὸ δι' ἡμᾶς αὐτὸν ἁμαρτίαν γενέσθαι, τουτέστι τὴν ἁμαρτικὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς ἑαυτὸν ἑνῶσαι. Κύριον, φησίν, ἐν δουλικῷ φανέντα σχή ματι· ἆρα ὁ δοῦλος οὗτος, οὗ τὸ σχῆμα ὑπέδυ ὁ κύριος, ἄρτιος ἦν ἢ λελώβητο; τὸ γὰρ ἐλλιπές τε καὶ ἠκρωτηριασ μένον κατὰ τὴν τοῦ ζῴου συμπλήρωσιν λώβην ἄν τις εἰκότως προσαγορεύσειεν.

Οὐκ ἄνθρωπος, φησίν, ἀλλ' ὡς ἄνθρωπος, διότι οὐχ ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον· εἰ μὴ ὁμοούσιος, ἑτεροούσιος πάντως· ὧν δὲ ὁ λόγος τῆς οὐσίας