1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

26

λογογράφος, δι' ὧν κατα σκευάζει ὃ βούλεται, τὸ μὴ εἶναι ἔνσαρκον νοῦν τὸν κύριον ἀποδείκνυσιν. τοιαύτη ἡ πρότασις, τοιαύτη καὶ ἡ διὰ μέσου κατασκευή. Ἄξιον ἀμφοτέρων καὶ τὸ συμπέρασμα. τί λέγει;

Οὐκ ἦν ἐπιδημία θεοῦ ἡ Χριστοῦ παρουσία, ἀλλ' ἀν θρώπου γέννησις. γελάτωσαν ἐπὶ τοῖς εἰρημένοις ὅσοι ἀγέρωχοι· ἡμεῖς δὲ δακρύειν εὔκαιρον ἐπὶ τῇ ἀπάτῃ τῶν εἰρημένων καὶ τῇ ματαιότητι κρίναντες ἐπὶ πλέον διελέγχειν τὸν λόγον, ὡς ἂν μὴ γελοιάζειν δόξαιμεν, παραιτούμεθα. τίς γὰρ οὐκ ἂν εἰκότως γελάσειεν ἐπὶ τῇ ἀσυναρτήτῳ τοῦ συλλογισμοῦ πλοκῇ; ἐκθήσομαι δὲ τὴν λέξιν αὐτὴν κατὰ τὸ ἀκόλουθον οὕτως ἔχουσαν· Εἰ μὴ νοῦς ἔνσαρκός ἐστιν ὁ κύριος, σοφία ἂν εἴη φωτίζουσα νοῦν ἀνθρώ που· αὕτη δὲ τὸ ἐν πᾶσιν ἀνθρώποις. εἰ δὲ ταῦτα, οὐκ ἦν ἐπιδημία θεοῦ ἡ Χριστοῦ παρουσία, ἀλλ' ἀνθρώπου γέννησις. τὸ μὲν οὖν σοφίαν εἶναι τὸν κύριον ὑπερέχουσαν πάντα νοῦν οὐδεὶς ἂν τῶν εὐσεβούντων ἀρνήσαιτο, ταῖς φωναῖς τῶν ἁγίων πατέρων καὶ ἀπο στόλων πρὸς ταῦτα χειραγωγούμενος. καὶ γὰρ ὅτι 3,1.189 σοφία ἐγενήθη ἡμῖν παρὰ τοῦ θεοῦ, διαρρήδην ὁ Παῦλος βοᾷ· καὶ ὅτι Ἐπεφάνη ἡμῖν ἡ σωτήριος χάρις, παιδεύουσα ἡμᾶς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν, δι' ὁσιότητος δὲ καὶ δικαιοσύ νης προσδέχεσθαι τὴν μακαρίαν ἐλπίδα. καὶ ταῦτα τοῦ ἀποστόλου διεξιόντος ἠκούσαμεν· νοῦν δὲ ἔνσαρκον τὸν μονογενῆ θεόν, τὸν ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, οὔτε ἠκούσαμεν τῶν ἁγίων τινὸς οὔτε παρενθεῖναι ταῖς θείαις φωναῖς τὴν ἀλλόκοτον ταύτην καινοφωνίαν κατα δεχόμεθα καὶ μάλιστα πρὸς τὸν σκοπὸν ὁρῶντες τοῦ καινοῦ λογογράφου, ὃς βούλεται διὰ τῆς ψυχρᾶς ταύτης κατασκευῆς τοῦ σοφίσματος ἐκβαλεῖν μὲν ἐπὶ τοῦ κυρίου τὴν τῆς σοφίας ὁμολογίαν, δι' ἧς πάντα νοῦν φωτίζεσθαι πεπιστεύκαμεν, ἀντεισαχθῆναι δὲ τὴν παράλογον ταύτην καινοφωνίαν, ἵνα νοῦς ἔνσαρκος ὁ μονογενὴς καὶ μὴ σοφία κατονομάζηται. Ἐὰν γὰρ σοφία, φησίν, πιστευθῇ εἶναι ὁ κύριος, ἡ ἐν πᾶσι γινομένη δηλαδὴ τοῖς δεχομένοις τὴν χάριν, οὐκέτι ἐπιδημίαν θεοῦ τὴν Χριστοῦ παρου σίαν ὁμολογήσομεν, ὡς ἠλλοτριωμένης τοῦ θεοῦ τῆς σοφίας. τίς οὐκ ἂν τὸν ἄνδρα τῆς μελαγχολίας ταύτης οἰκτείρειεν; ἐὰν σοφίαν, φησίν, εἶναι πιστεύσωμεν, οὐκ ἔσται θεοῦ ἐπιδημία ἡ Χριστοῦ παρουσία, ὃς ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, ἀλλὰ ἀνθρώπου γέννησις. ἐὰν σοφία ᾖ; οὐκ ἤκουσας τοῦ προφήτου βοῶντος ὅτι Ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν; καὶ ὅτι Παιδίον ἐγεννήθη ἡμῖν; καὶ ὅτι Υἱὸς τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου ἔχει, ὡς ἰσχυρὸς καὶ δυνατὸς καὶ οὐ μόνον τοῦ παρελθόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος αἰῶνος πατήρ;

Ἀλλ' ἐάσωμεν τοῦτον τὸν ὀνειρώδη λῆρον, δι' οὗ ἀπε 3,1.190 φήνατο νοῦν ἔνσαρκον αὐτὸν δεῖν εἶναι λέγειν, μήτε σοφίαν φωτίζουσαν μήτε τὴν διὰ γεννήσεως εἰς τὴν ζωὴν ἡμῶν πάροδον. ἕτερον ἐπιχείρημα· Εἰ μὴ νοῦς ἔνσαρκος, φησίν, γέγονεν ὁ λόγος, ἀλλὰ σοφία. ἐν ᾧ τί πάλιν παθὼν ὁ σοφὸς ἀντιδιαστέλλει τὸν νοῦν τῇ σοφίᾳ καθάπερ ἐπὶ τῶν ἀντιδιακειμένων; οἱ δι' ἀκριβείας τὰ ὄντα διαιροῦντές φασι τὰ ἀντιδιαστελλόμενα τῶν ὀνομάτων τῆς ἀλλήλων ὑποχωρεῖν παρουσίας ὡς τῷ θανάτῳ τὴν ζωὴν καὶ τῇ ζωῇ πάλιν τὸν θάνατον, τῇ ἀρετῇ τὴν κακίαν κἀκείνῃ ταύτην καὶ ὅσα ἄλλα κατὰ τὸν αὐτὸν λέγεται τρόπον. πῶς τοίνυν οὗτος κατὰ τὸ ἴσον τοῖς ἀντιθέτοις ἀντιδιαστέλλει τῷ νῷ τὴν σοφίαν ὥσπερ ἀμήχανον ἐν τῷ αὐτῷ καὶ περὶ τὸν αὐτὸν εἶναι τὰ δύο; διό φησιν Εἰ μὴ νοῦς ἔνσαρκος ἦν, σοφία ἦν. ὡς εἴ τις λέγοι, εἰ μὴ ὑγεία ἐστι, νόσον εἶναι. τίς οὖν ἡ κατασκευή; Εἰ σοφία, φησίν, ἦν ἐν τῷ νῷ, οὐ κατέβη ὁ κύριος οὐδὲ ἐκένωσεν ἑαυτόν. ὢ τῆς ἀνανταγωνίστου ἀνάγκης! πῶς κατασκευάζει τὸ μὴ καταβεβηκέναι τὸν κύριον ἐκ τοῦ δεῖξαι, ὅτι σοφία ἦν; οὐκοῦν εἰ ἐκ τοῦ σοφίαν αὐτὸν εἶναι ἀθετεῖται ἡ κάθοδος, ὁ τὴν κατάβασιν ὁμολογῶν τὸ μὴ εἶναι σοφίαν ἐξ ἀνάγκης κατασκευάζει. ἀλλὰ μὴν ὁμολογεῖται παρὰ τοῦ Ἀπολιναρίου κάθοδος. ἄρα τὸ μὴ εἶναι σοφίαν τὸν κατεληλυθότα παρ' ἐκείνου συνωμολόγηται. τοιαῦτα τοῦ γενναίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας ἐπιχειρήματα.