1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

34

παρὰ τὴν αἰ σθητήν τε καὶ σωματώδη κατάστασιν. ὥστε καθὸ μὲν τῷ ποιήματι λατρεύειν οἴονται δεῖν Εὐνόμιός τε καὶ Ἀπολινάριος, ἰσοπαλεῖς ἐν τῷ λόγῳ τῆς ἀσεβείας εἰσὶ καὶ ἀμφήριστοι· ὁ δὲ τῇ σαρκὶ παρὰ τὴν νοερὰν φύσιν τὰ πρωτεῖα νέμων τὸ πλέον εἰς ἀσέβειαν ἔχει. ἀκουσάτωσαν οἱ μαθηταὶ τῆς ἀπάτης πρὸς τίνα τῷ διδασκάλῳ αὐτῶν καὶ περὶ τίνων ἡ ἅμιλλα.

Ἴδωμεν δὲ καὶ τὴν ἐφεξῆς ἀλυκτοπέδην, κατ' αὐτὸν εἰπεῖν τὸν Ἀπολιναρίου διδάσκαλον, ἣν ταῖς ἀλύτοις σειραῖς τῶν συλλογισμῶν διασφίγξας προτείνεται. Εἰ ἄνθρωπον, φησίν, οἴεταί τις ἑνοῦσθαι θεῷ παρὰ πάντας ἀν θρώπους καὶ ἀγγέλους. ἄρα χρὴ καὶ τὴν ἐν τούτοις 3,1.7 διεξετάζειν διάνοιαν. ἀλλ' ὅμοιον ἂν εἴη ψυχὴν ἐν λίθῳ ζητεῖν καὶ ἐν ξύλῳ φρόνησιν καὶ ἐν τοῖς ἐκτεθεῖσι ῥήμασιν ἔμφασίν τινος ἐνθυμήσεως, οὐ λέγω τῆς κρείττονος, ἀλλὰ τῆς γοῦν εἰς τὸ ἀσεβὲς συντελούσης· μᾶλλον δ' ἂν ἐκ τῆς συμφράσεως μαρτυρηθείη τὸ τῶν λεγομένων ἀδιανόητον. Ποιήσει μὴ αὐτεξουσίους τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους ὡς οὐδὲ ἡ σὰρξ αὐτεξούσιος. φθορὰ δὲ τοῦ αὐτεξουσίου ζῴου τὸ μὴ εἶναι αὐτεξούσιον· οὐ φθείρεται δὲ ἡ φύσις ὑπὸ τοῦ ποιήσαντος αὐτήν· οὐκ ἄρα ἑνοῦται ὁ ἄνθρωπος θεῷ. βαβαὶ τῆς ἀνάγκης! ὡς ἄλυτοι τῶν συλλογισμῶν αἱ πλεκτάναι! ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων τὸ αὐτεξούσιον ἡ πρὸς τὸ θεῖον ἕνωσις καὶ φθορὰ τοῦ αὐτε ξουσίου ζῴου τὸ μὴ εἶναι αὐτεξούσιον γίνεται, καὶ εἰ ταῦτα τεθείη, ἀποδείκνυται τὸ μὴ ἑνοῦσθαι ἄνθρωπον θεῷ. τί τοιοῦτον οἱ ἐγγαστρίμυθοι, τί δὲ οἱ ἐκ γῆς φωνοῦντες καὶ ἐγκαρδίους μαντείας πεπαιδευμένοι παραπλήσιον τούτοις ἀποφοιβάζου σιν; ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων ἡ αὐτε ξουσιότης, ἐὰν ἑνωθῇ τῷ θεῷ τὸ ἀνθρώπινον. μὴ οὐκ ἦν ἄνθρωπος ὁ εἰπὼν Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; μὴ οὐκ ἀνεκράθη τῇ θείᾳ φύσει ὁ πᾶσαν τὴν θεϊκὴν δύναμιν ἐν ἑαυτῷ δεικνὺς κατ' ἐξουσίαν ἐνεργῶν ὅπερ ἐβούλετο; εἰ μὲν οὖν οὐκ ἐγένετο τοῦτο ἐν ἐκείνῳ καὶ ἐν τούτῳ ἐκεῖνο, παραγραφέσθω τὴν εὐαγγελικὴν μαρτυρίαν, ψεύδους πάντως καὶ ὁ Παῦλος ἁλώσεται καὶ οἱ προφῆται καὶ πάντες οἱ τὰ θαύματα περὶ τοῦ κυρίου προκαταγγέλλοντες καὶ οἱ τὰ μετὰ ταῦτα γεγονότα διηγησάμενοι. εἰ δὲ ἀληθῶς γέγονε τοῦτο καὶ θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ἡ σὰρξ ἡ ἀνακραθεῖσα τῇ θείᾳ φύσει ἓν πρὸς ἐκείνην ἐγένετο, ἄρα κατὰ τὸν ποιητικὸν μῦθον ἀπόλωλε τῇ ἀνθρωπίνῃ φύσει τὸ αὐτεξούσιον καὶ κατεδουλώθησαν 3,1.8 <οἱ> ἄγγελοι, ἐπειδὴ τοῦτο ἐγένετο, ζημιωθέντες τοῦ αὐτεξου σίου τὴν χάριν. ὢ τῆς παραλόγου καινοφωνίας! οἵα δὲ καὶ ἡ ἐπαγωγὴ τὸ λέγειν· Φθορὰ δὲ τοῦ αὐτεξουσίου ζῴου ἐστὶ τὸ μὴ εἶναι αὐτεξούσιον. ἄρα οὐκ ἀριθμεῖ τὸ οἰκετικὸν ἐν τοῖς ζῴοις, ὅτι μὴ αὐτεξουσίως οἰκονομεῖται παρὰ τὸν βίον τῇ ἐπικρατούσῃ δυναστείᾳ δεδουλωμένον; ἐν γὰρ τῷ αὐτεξουσίῳ τὸ ζῷον εἶναί τινα ὁ λογογράφος ὁρίζεται· ᾧ δὲ μὴ πάρεστιν ἡ αὐτοκρατὴς τοῦ θελήματος κίνησις, μηδὲ ζῷον οἴεσθαι τοῦτον εἶναι νομοθετεῖ. οὐκοῦν νεκρὸς ἦν ἐκεῖνος ὁ Χαναάν, ὅτε τοῖς ἀδελφοῖς διὰ τὴν ἀταξίαν κατεδουλώθη, νεκρὸς ὁ οἰκέτης τοῦ Ἀβραάμ, νεκρὸς Γιεζὶ τὸ τοῦ Ἐλισσαίου παιδάριον, καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις νεκρὸς ὁ Ὀνήσιμος, νεκροὶ πάντες οἱ ἑκα τοντάρχαι δουλεύοντες.

Καὶ τί ταῦτα λέγω; τεθνᾶσι πάντες οἱ ὑπεζευγμένοι ταῖς τῶν κρατούντων ἀρχαῖς, ἐν οἷς κωλύεται τὸ αὐτεξούσιον βούλημα. ἀλλὰ καὶ οἷς ὁ Παῦλος νομοθετεῖ ταῖς ὑπερεχούσαις ἐξουσίαις ὑποτάσσεσθαι, νεκροὶ πάντως εἰσί, κἂν ψυχαὶ ὦσι, τῇ ἀπουσίᾳ τοῦ αὐτεξουσίου φθαρέντες καὶ μηκέτι ζῷα εἶναι δυνάμενοι. τοῦτο γὰρ κελεύει τοῦ Ἀπολιναρίου ὁ μῦθος, ἵνα τὴν ἄψυχον ἐκείνην σάρκα συζεύξῃ τῷ ἐπὶ πάντων θεῷ, εἴτ' οὖν ἄψυχον εἴτ' οὖν ἀνόητον· πρὸς ἀμφότερα γὰρ ἐπίσης ὁ μῦθος βλέπει. ἀλλὰ τὸ μὲν ἄψυχον νεκρός ἐστι· τὸ δὲ δίχα διανοίας ἔμψυχον κτῆνός ἐστιν, ὅπερ οὐδὲ αὐτὸς οὗτος ἀποφεύγει ὡς ἄτοπον, ἀφαιρούμενος τῆς σαρκὸς ἐκείνης τὸ αὐτεξούσιον· τῶν γὰρ ἀλόγων ἴδιον τὸ μὴ ἐφ' ἑαυτῶν εἶναι, ἀλλ' ὑποτετάχθαι τῇ