1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

2

γὰρ οὗτοι νῦν πρῶτον ἡμᾶς ἑωρακότες οὕτω κατακλῶνται ὑπὸ τῆς ἀθυμίας ὡς μηδὲ ἀνενεγκεῖν ῥᾳδίως, ἀλλὰ ἱκετευόντων ἡμῶν καὶ παρακαλούντων καὶ συμβουλευόντων, θερμοτέρους ἤφιον δακρύων κρουνούς, εὔδηλον ὅτι παρ' ὑμῖν σφοδρότερος ὁ χειμών. Ἀλλ' ὅσῳ σφοδρότερος ὁ χειμών, τοσούτῳ καὶ μείζονα τὰ βραβεῖα, εἰ διηνεκῶς αὐτὸν εὐχαρίστως ἐνέγκοιτε καὶ μετὰ τῆς προσηκούσης ἀνδρείας, ὥσπερ οὖν καὶ φέρετε. Ἐπεὶ καὶ κυβερνῆται ἀνέμου σφοδροῦ πνέοντος, ἂν μὲν πέρα τοῦ μέτρου τὰ ἱστία ἀναπετάσωσιν, περιτρέπουσι τὸ σκάφος· ἂν δὲ συμμέτρως καὶ ὡς προσῆκεν, ἰθύνουσιν αὐτὸ μετὰ ἀσφαλείας πολλῆς. Ταῦτ' οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, μὴ ἐκδῷς σεαυτὴν τῇ τῆς ἀθυμίας τυραννίδι, ἀλλὰ κράτει τῷ λογισμῷ τοῦ χειμῶνος· δύνασαι γάρ, καὶ οὐ μεῖζόν σου τῆς τέχνης τὸ κλυδώνιον· καὶ πέμπε γράμματα ἡμῖν τοῦτο ἀπαγγέλλοντα ἵνα καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, μαθόντες ὅτι μετὰ τῆς προσηκούσης σοι συνέσεως καὶ φιλοσοφίας ἤνεγκας τὴν ἀθυμίαν ταύτην. Ταῦτα ἐγγὺς Καισαρείας λοιπὸν ἐλθὼν ἐπέσταλκά σου τῇ τιμιότητι.

4.t ΕΠΙΣΤΟΛΗ ∆ʹ 4.1 Τὴν ἀρρωστίαν διαφυγὼν ἣν κατὰ τὴν ὁδὸν ὑπέμεινα, ἧς καὶ τὰ λείψανα εἰς Καισάρειαν ἐκόμισα, καὶ πρὸς ὑγίειαν ἐπανελθὼν λοιπὸν καθαράν, ἐπιστέλλω σου τῇ εὐλαβείᾳ ἀπὸ Καισαρείας αὐτῆς, ἐν ᾗ πολλῆς ἀπολαύσας θεραπείας ῥᾷον διετέθην, ἰατρῶν ἀριστῶν καὶ σφόδρα εὐδοκιμωτάτων καὶ συμπαθείᾳ καὶ φίλτρῳ μᾶλλον οὐχὶ τέχνῃ μόνῃ θεραπευόντων ἡμᾶς ἐπιτυχών, ὧν θάτερος καὶ συναπελθεῖν ἡμῖν ὑπέσχετο καὶ ἕτεροι δὲ πλείους τῶν ἐν ἀξιώμασι. Καὶ ἡμεῖς μὲν πολλάκις ἐπιστέλλομεν τὰ καθ' ἡμᾶς, αὐτὴ δέ, ὃ καὶ ἔμπροσθεν ἐνεκάλεσα, σπανιάκις τοῦτο ποιεῖς. Καὶ ἵνα μάθῃς ὅτι ῥᾳθυμίας σῆς ἐστι τοῦτο, καὶ οὐχὶ ἡ σπάνις τῶν γραμματηφόρων τοῦτο ποιεῖ, ὁ κύριός μου ὁ ἀδελφὸς τοῦ μακαρίου Μαξίμου τοῦ ἐπισκόπου πρὸ δύο τούτων ἀπήντησεν ἡμερῶν καὶ αἰτηθεὶς παρ' ἡμῶν γράμματα ἔφησε μηδένα βουληθῆναι δοῦναι αὐτῷ· ἀλλὰ καὶ τὸν Τίγριον τὸν πρεσβύτερον αἰτηθέντα παρ' αὐτοῦ μὴ παρασχεῖν. Παρακαλῶ, ὀνείδισον αὐτῷ τοῦτο καὶ τῷ γνησίῳ καὶ θερμῷ ἡμῶν ἐραστῇ καὶ τοῖς ἄλλοις δὲ πᾶσιν τοῖς περὶ Κυριακὸν τὸν ἐπίσκοπον. Τοῦ γὰρ τόπου ἕνεκεν ὥστε ἐναλλαγῆναι, μήτε αὐτοῖς μηδὲ ἄλλῳ μηδενὶ ἐνοχλήσητε. ∆εδέγμεθα τὴν χάριν. Ἴσως γὰρ ἠβουλήθησαν καὶ οὐκ ἠδυνήθησαν. ∆όξα τῷ Θεῷ πάντων ἕνεκεν· οὐ γὰρ παύσομαι τοῦτο ἐπιλέγων ἀεὶ ἐπὶ πᾶσί μοι τοῖς συμβαίνουσιν. Ἔστω τοῦτο· οὐκ ἠδυνήθησαν. Μὴ καὶ γράφειν οὐκ ἠδύναντο; Πολλὰ εὐχαρίστησον ταῖς κυρίαις μου ταῖς ἀδελφαῖς τοῦ κυρίου μου τοῦ τιμιωτάτου ἐπισκόπου Περγαμίου, πολλὴν ὑπὲρ ἡμῶν ποιουμέναις σπουδήν. Καὶ γὰρ τὸν κύριόν μου τὸν δοῦκα τὸν γαμβρὸν αὐτοῦ σφόδρα παρεσκεύασαν περὶ ἡμᾶς διακεῖσθαι, ὡς σφόδρα κἀκεῖνον ἐπιθυμεῖν ἡμᾶς ἐκεῖσε εἶναι. Καὶ αὐτὴ δὲ συνεχῶς ἡμῖν δήλου τὰ περὶ τῆς ὑγιείας τῆς σῆς καὶ τῶν ἀγαπώντων ἡμᾶς. Ἡμῶν δὲ ἕνεκεν ἄφροντις ἔσο. Καὶ γὰρ ἐν ὑγιείᾳ ἐσμὲν καὶ εὐθυμίᾳ καὶ πολλῆς ἀπολαύομεν τῆς ἀνέσεως, μέχρι τῆς σήμερον ἡμέρας. Ἐπιθυμοῦμεν δὲ μαθεῖν περὶ τῶν κατὰ Κυριακὸν τὸν ἐπίσκοπον εἰ ἀφέθησαν· καὶ οὐδεὶς ἡμῖν σαφὲς οὐδὲν ἀπήγγειλεν· καὶ τοῦτο ἡμῖν δηλώσατε. Εἰπὲ Κυριακῷ τῷ ἐπισκόπῳ ὅτι λυπούμενος αὐτῷ οὐκ ἐπιστέλλω.

5.t ΕΠΙΣΤΟΛΗ Εʹ