1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

38

τῆς ἐρημίας, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην. 10.13 Ἐγὼ τοῦτον τὸν πειρασμὸν καὶ τοῦ φθόνου τῶν ἀδελφῶν καὶ τοῦ μίσους τοῦ συγγενικοῦ καὶ τῆς πράσεως καὶ τῆς τῶν βαρβάρων δεσποτείας καὶ τῆς μακρᾶς ἀποδημίας καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς καὶ τοῦ δεσμωτηρίου καὶ τῆς ἁλύσεως καὶ τοῦ μακροῦ χρόνου καὶ τῆς αὐτόθι ταλαιπωρίας πολὺ χαλεπώτερον εἶναί φημι· καὶ γὰρ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ἦν. Ἐπειδὴ δὲ καὶ τοῦτον διέφυγε τὸν πόλεμον, καὶ ἐγένετο ἐνταῦθα πνεῦμα δρόσου διασυρίζον, ἀπό τε τῆς τοῦ Θεοῦ χάριτος καὶ τῆς ἀρετῆς τοῦ νέου· τοσοῦτο γὰρ αὐτῷ περιῆν ἀταραξίας καὶ σωφροσύνης ὅτι καὶ τὴν τῆς ἐκείνης μανίαν καταλῦσαι ἐσπούδασε· πλὴν ἐπειδὴ αὐτὸς ἐξῆλθεν ἀνέπαφος, ὥσπερ οἱ νεανίσκοι τὴν Περσικὴν διαφυγόντες φλόγα-»οὐδὲ γὰρ ὀσμὴ πυρὸς ἦν ἐν αὐτοῖς» φησί- , καὶ σωφροσύνης μέγας ἀθλητὴς ἀνεδείχθη καὶ ἀδάμαντα ἐμιμήσατο. Ἴδωμεν οἵων εὐθέως ἀπήλαυσε καὶ τί μετὰ τὸν ἆθλον τοῦτον διαδέχεται τὸν στεφανίτην. Ἐπιβουλαὶ πάλιν καὶ βάραθρα καὶ θάνατος καὶ κίνδυνοι καὶ συκοφαντίαι καὶ μῖσος ἄλογον. Ἡ γὰρ ἀθλία τότε ἐκείνη ὑπὸ τῆς χαλεπῆς μανίας ἐμβακχευομένη θυμῷ παραμυθεῖται τὸν ἔρωτα καὶ πάθος συνάπτει πάθει καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον, καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος. Καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει δικαστήριον διεφθαρμένον, τὸν ἐκείνου δεσπότην, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον, καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον. Καὶ οὐδὲ ἀφίησιν εἰσελθεῖν εἰς δικαστήριον τὸν ἐγκαλούμενον, ἀλλ' ἐρήμην κατηγορεῖ τῇ τε ἀνοίᾳ καὶ τῇ εὐνοίᾳ τοῦ δικάζοντος, τῇ τε ἀξιοπιστίᾳ τοῦ οἰκείου προσώπου καὶ τῷ δοῦλον εἶναι τὸν ἐγκαλούμενον θαρροῦσα καὶ τὰ ἐναντία εἰποῦσα τῶν γενομένων ἐκράτησε τοῦ δικαστοῦ καὶ τὴν νικῶσαν ἔπεισε ψῆφον ἐξενεγκεῖν καὶ καταδικάσαι τὸν ἀνεύθυνον καὶ τιμωρίαν ἐπιθεῖναι χαλεπωτάτην, καὶ δεσμωτήριον εὐθέως καὶ ἀπαγωγὴ καὶ ἅλυσις. Καὶ μηδὲ ἰδὼν δικαστὴν κατεκρίνετο ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ καὶ τὸ δὴ χαλεπώτερον, κατεκρίνετο ὡς μοιχός, ὡς δεσποτικῆς ἐπιθυ μήσας εὐνῆς, ὡς ἀλλότριον διορύξας γάμον, ὡς ἁλούς, ὡς ἐληλεγμένος. Ὅ τε γὰρ δικαστής, ἥ τε κατήγορος παρὰ τοῖς πολλοῖς καὶ τὴν ἀλήθειαν οὐκ εἰδόσιν, ἥ τε τιμωρία ἀξιόπιστον ἐποίει τὸ δρᾶμα φαίνεσθαι. Ἀλλ' οὐδὲν τούτων ἐθορύβησεν ἐκεῖνον, οὔτε εἶπεν· «Αὗται τῶν ὀνείρων αἱ ἀμοιβαί; τοῦτο τῶν ὄψεων ἐκείνων τὸ τέλος; ταῦτα τῆς σωφροσύνης τὰ ἔπαθλα; Κρίσις ἄλογος καὶ ψῆφος ἄδικος καὶ πονηρὰ πάλιν ὑπόληψις. Ὡς ἡταιρηκὼς ἐξεβλήθην ἔναγχος τῆς πατρῴας οἰκίας, ὡς μοιχὸς καὶ σωφροσύνην διορύξας γυναικὸς εἰς δεσμωτήριον εἰσάγομαι νῦν καὶ ταῦτα περὶ ἐμοῦ πάντες ψηφίζονται. Καὶ οἱ μὲν ἀδελφοί, οἱ μέλλοντές με προσκυνεῖν -τοῦτο γὰρ τὰ ὀνείρατα ἐδήλου-, ἐν ἐλευθερίᾳ καὶ ἀδείᾳ καὶ τρυφῇ καὶ πατρίδι καὶ οἰκίᾳ πατρῴᾳ· ἐγὼ δὲ ὁ μέλλων αὐτῶν κρατεῖν, μετὰ τυμβωρύχων, μετὰ λῃστῶν, μετὰ βαλαντιοτόμων ἐνταῦθα δέδεμαι· οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν θορύβων ἀπαλλαττόμενος καὶ πραγμάτων, ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ πάλιν βάραθρα ἡμᾶς καὶ ξίφη ἠκονημένα διαδέχεται. Καὶ ἡ μὲν τοιαῦτα δράσασα καὶ συκοφαντήσασα, δι' ἑκατέρων τῶν τολμημάτων ἀποτμηθῆναι δικαία, χορεύει καὶ σκιρτᾷ νῦν ὥσπερ ἐπὶ τροπαίοις καὶ λαμπροῖς ἐπινικίοις ἐστεφανωμένη· ἐγὼ δὲ ὁ μηδὲν ἠδικηκὼς τὴν ἐσχάτην τίνω δίκην.» Οὐδὲν τούτων ἐκεῖνος εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ὥσπερ ἀθλητὴς διὰ στεφάνων ὁδεύων, οὕτως ἔχαιρε καὶ ηὐφραίνετο, οὔτε τοῖς ἀδελφοῖς, οὔτε τῇ μοιχαλίδι μνησικακῶν. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὐτὸς πρός τινα τῶν αὐτόθεν δεδεμένων διελέχθη τότε. Τοσοῦτον γὰρ ἀπεῖχεν ὑπὸ ἀθυμίας ἁλῶναι ὅτι