1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

44

γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη· καὶ μάλα εἰκότως· τοιαῦτα γὰρ τῆς ἀρετῆς τὰ πηδάλια. Καὶ ἔμποροι μὲν καὶ κυβερνῆται καὶ ναῦται καὶ πλωτῆρες, ἐπειδὰν ἴδωσι νεφῶν συνδρομὴν ἢ ἀγρίων ἀνέμων ἐμβολὴν ἢ τὸ ῥόθιον τοῦ κύματος σφοδροτάτῳ ζέον ἀφρῷ, εἴσω λιμένος τὰ πλοῖα κατέχουσιν· εἰ δέ που καὶ τύχοιεν ἐν πελάγει σαλεύοντες, πάντα ποιοῦσι καὶ μηχανῶνται ὥστε πρὸς ὅρμον ἢ νῆσον ἢ ἀκτὴν ὁρμίσαι τὸ σκάφος. Σὺ δὲ μυρίων πνευμάτων, τοσούτων ἀγρίων κυμάτων πάντοθεν συρρηγνυμένων, τοῦ βυθοῦ τῆς θαλάσσης ἀναστραφέντος διὰ τὴν χαλεπότητα τοῦ χειμῶνος, καὶ τῶν μὲν ὑποβρυχίων γενομένων, τῶν δὲ ἐπιπλεόντων νεκρῶν τοῖς ὕδασιν, ἑτέρων γυμνῶν ἐπὶ σανίδος φερομένων, εἰς μέσον ἁλλομένη τὸ πέλαγος τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας ἐν χειμῶνι πλέουσα· καὶ μάλα εἰκότως. Οἱ μὲν γὰρ κυβερνῆ ται, κἂν μυριάκις ὦσι σοφοὶ τὴν ἐπιστήμην ἐκείνην, ἀλλ' οὐκ ἔχουσι τέχνην ἀρκοῦσαν ἀντιστῆναι παντὶ χειμῶνι· διὸ καὶ φεύγουσι πολλάκις τὴν πρὸς τὰ κύματα μάχην. Σοὶ δέ ἐστιν ἐπιστήμη παντὸς ἀνωτέρα χειμῶνος, τῆς φιλοσόφου ψυχῆς ἡ δύναμις ἣ καὶ στρατοπέδων μυρίων ἐστὶν ἰσχυροτέρα καὶ ὅπλων δυνατωτέρα καὶ πύργων καὶ τειχῶν ἀσφαλεστέρα. Στρατιώταις μὲν γὰρ καὶ ὅπλα καὶ τείχη καὶ πύργοι, πρὸς σώματος ἀσφάλειαν χρήσιμα μόνον, καὶ τοῦτο οὐκ ἀεὶ οὐδὲ διὰ παντός, ἀλλ' ἔστιν ὅτε καὶ ἡττᾶται ἅπαντα ταῦτα καὶ ἐρήμους τῆς αὐτῶν προστασίας τοὺς καταφεύγοντας ἀφίησιν. Τὰ δὲ ὅπλα τὰ σὰ οὐ βέλη βαρβαρικά, οὐδὲ μηχανήματα πολεμίων ἀνθρώπων, οὐδὲ ἐφόδους καὶ κλοπὰς τοιαύτας διελέγχει, ἀλλὰ τὰς τῆς φύσεως κατεπάτησεν ἀνάγκας καὶ τὴν τυραννίδα κατέλυσε καὶ τὴν ἀκρόπολιν αὐτῶν καθεῖλε. Καὶ δαίμοσι πυκτεύουσα διηνεκῶς μυρίας μὲν ἤρω νίκας, οὐδεμίαν δὲ ἐδέξω πληγήν, ἀλλ' ἕστηκας ἄτρωτος ἐν τοσαύτῃ βελῶν νιφάδι καὶ τὰ ἀκόντια τὰ κατὰ σοῦ ῥιπτόμενα πρὸς τοὺς ἀφιέντας ὑποστρέφει πάλιν. Τοιαύτη σου τῆς τέχνης ἡ σοφία· δι' ὧν πάσχεις κακῶς, τοὺς ποιοῦντας ἀμύνῃ, δι' ὧν ἐπιβουλεύῃ, τοὺς πολεμοῦντας λυπεῖς ὑπόθεσιν μεγίστην ἔχουσα πρὸς εὐδοκιμήσεως ἀφορμὴν μείζονος τὴν ἐκείνων κακίαν. Ταῦτα καὶ αὐτὴ εἰδυῖα καλῶς καὶ τῇ πείρᾳ τὴν αἴσθησιν ἔχουσα, εἰκότως μῦθον ἅπαντα ταῦτα καλεῖς. Πῶς γὰρ οὐκ ἂν καλέσῃς μῦθον, εἰπέ μοι, θνητὸν σῶμα λαχοῦσα καὶ θανάτου οὕτω καταφρονοῦσα ὡς οἱ τὴν ἀλλοτρίαν ἐπειγόμενοι καταλιπεῖν καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν πατρίδα; ἀρρωστίᾳ συζῶσα χαλεπωτάτῃ καὶ τῶν εὐσαρκούντων καὶ σφριγώντων ἥδιον διακειμένη, οὐχ ὕβρεσι ταπεινουμένη, οὐ τιμαῖς καὶ δόξαις ἐπαιρομένη· τοῦτο δὴ τὸ μυρίων πολλοῖς αἴτιον γενόμενον κακῶν οἳ καὶ ἐν ἱερωσύνῃ διαλάμψαντες καὶ πρὸς ἔσχατον γῆρας ἐλάσαντες καὶ βαθυτάτην πολιὰν ἐντεῦθεν ὤλισθον καὶ κοινὸν πρόκεινται τοῖς βουλομένοις κωμῳδεῖν θέατρον; Ἀλλ' ἡ γυνὴ καὶ ἀραχνῶδες περικειμένη σῶμα καὶ τοσαύτας ἐνεγκοῦσα προσβολάς, οὐ μόνον οὐδὲν ἔπαθες τοιοῦτον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς παθεῖν ἐκώλυσας. Κἀκεῖνοι μὲν οὐδὲ μέχρι πολλοῦ τῶν ἀγώνων προελθόντες, ἀλλὰ ἐξ αὐτῶν τῶν προοιμίων, καὶ βαλβῖδος αὐτῆς, ὡς εἰπεῖν, ἁλλόμενοι κατηνέχθησαν· σὺ δὲ μυριάκις τὴν ἐσχάτην νύσσαν περιελθοῦσα καθ' ἕκαστον δρόμον τὸ βραβεῖον ἥρπασας, ποικίλα παλαισμάτων ἐπιδειξαμένη καὶ ἀγώνων εἴδη· καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ ἐν ἡλικίᾳ, οὔτε ἐν σώματι τὰ παλαίσματα τῆς ἀρετῆς, ἀλλ' ἐν ψυχῇ μόνῃ καὶ γνώμῃ. Οὕτω καὶ γυναῖκες ἐστεφανώθησαν καὶ ἄνδρες ὑπεσκελίσθησαν· οὕτω καὶ παῖδες ἀνεκηρύχθησαν καὶ γεγηρακότες κατῃσχύνθησαν. Ἀεὶ μὲν οὖν χρὴ θαυμάζειν τοὺς μετιόντας ἀρετήν, μάλιστα δὲ ὅταν πολλῶν αὐτὴν ἀπολειπόντων, εὑρεθῶσί τινες αὐτῆς ἀντεχόμενοι. ∆ιὰ δὴ τοῦτο καὶ τὴν σὴν ἐμμέλειαν