1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

13

ταύτην ἦσαν περιβεβλημένοι, μετὰ πολλῆς ὑπεδέξατο τῆς τιμῆς, «εὐλογημένους τε τοῦ Πατρὸς» ὀνομάζων καὶ πρὸς ἐαυτὸν καλῶν καὶ τῆς βασιλείας τὴν κληρονομίαν αὐτοῖς χαριζόμενος καὶ ἐν μέσῃ ἀνακηρύττων τῇ οἰκουμένῃ· καὶ οὐ παρῃτήσατο καὶ ἀγγέλων καὶ τῆς κτίσεως πάσης παρούσης, τροφέας τε αὐτοῦ καὶ ξενοδόχους αὐτοὺς προσειπεῖν. Ταύτης καὶ αὐτὴ ἀκούσῃ τότε τῆς μακαρίας φωνῆς, ταύτης ἀπολαύσῃ τῆς ἀμοιβῆς μετὰ πολλῆς τῆς περιουσίας. Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στέφανοι, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἄλλα τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν καὶ σκιρτᾶν καὶ χορεύειν καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτὴν καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω; Τί γὰρ ἄν τις εἴποι τὴν ὑπομονὴν τὴν ποικίλην καὶ πολυειδῆ καὶ πολύτροπον, καὶ πόσος ἡμῖν εἰς τοῦτο ἀρκέσει λόγος, πόσον δὲ ἱστορίας μέτρον, εἴ τις τὰ ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν παθήματά σου καταλέγοι, τὰ παρὰ τῶν οἰκείων, τὰ παρὰ τῶν ἀλλοτρίων, τὰ παρὰ τῶν φίλων, τὰ παρὰ τῶν ἐχθρῶν, τὰ παρὰ τῶν γένει προσηκόντων, τὰ παρὰ τῶν μηδαμόθεν προσηκόντων, τὰ παρὰ τῶν ἐν δυναστείαις, τὰ παρὰ τῶν εὐτελῶν, τὰ παρὰ τῶν ἀρχόντων, τὰ παρὰ τῶν ἰδιωτῶν, τὰ παρὰ τῶν εἰς τὸν κλῆρον τελούντων; Τούτων γὰρ ἕκαστον, εἴ τις διεξίοι αὐτὸ καθ' ἑαυτὸ μόνον, ἱστορίαν ὁλόκληρον ἱκανὸν ποιῆσαι τὸ διήγημα. Εἰ δέ τις καὶ πρὸς τὰ ἕτερα εἴδη τῆς ἀρετῆς ταύτης μετασταίη, καὶ μηκέτι τὰ παρ' ἑτέρων, ἀλλὰ τὰ παρὰ σοῦ κατασκευασθέντα διηγήσαιτο πάθη, τίνα λίθον, τίνα σίδηρον, ποῖον ἀδάμαντα οὐχ εὑρήσει νικηθέντα παρὰ σοῦ; Ἁπαλὴν γὰρ, οὕτω σάρκα λαβοῦσα καὶ τρυφεράν, παντὶ εἴδει τρυφῆς συντραφεῖσαν, οὕτως αὐτὴν ποικίλοις ἐπολιόρκησας πάθεσιν ὡς μηδὲν ἄμεινον τῆς νεκρωθείσης διακεῖσθαι νῦν καὶ τοσοῦτον ἀνῆψας ἐν σεαυτῇ νοσημάτων ἐσμὸν ὡς καὶ ἰατρῶν τέχνην καὶ φαρμάκων δύναμιν καὶ πάντα ἐπιμελείας ἐλέγξαι τρόπον καὶ διηνεκέσι συζῇν ὀδύναις. 8.5 Τὴν δὲ ἐπὶ τῆς τραπέζης καρτερίαν τε καὶ ἐγκρά τειαν καὶ τὴν ἐν ταῖς νυξὶν εἴ τις βουληθείη διεξελθεῖν, πόσων δεήσεται λόγων; Μᾶλλον δὲ οὐδὲ εἴασας αὐτὴν ἐγκράτειαν καλεῖσθαι λοιπὸν οὐδὲ καρτερίαν ἐπὶ σοῦ, ἀλλ' ἕτερον ὄνομα ταύταις ἡμῖν ζητητέον ταῖς ἀρεταῖς πολλῷ μεῖζον. Καὶ γὰρ ἐγκρατεύεσθαι ἐκεῖνόν φαμεν καὶ καρτερεῖν τὸν ὑπό τινος ἐπιθυμίας ἐνοχλούμενον καὶ κρατοῦντα ταύτης. Σὺ δὲ οὐκ ἔχεις ὅτου κρατήσεις· πολλῇ γὰρ τῇ ῥύμῃ παρὰ τὴν ἀρχὴν πνεύσασα κατὰ τῆς σαρκὸς ἔσβεσας αὐτῆς τὰς ἐπιθυμίας ταύτας, οὐ χαλινώσασα τὸν ἵππον, ἀλλὰ συμποδίσασα καὶ χαμαὶ ῥίψασα καὶ ποιήσασα μένειν ἀκίνητον. Καὶ τότε μὲν ἐγκράτειαν κατορθώσασα, νῦν δὲ ἀπάθειαν λοιπόν. Οὐ γὰρ διενοχλεῖ τρυφῆς ἐπιθυμία καὶ πόνον ἔχεις ὥστε αὐτῆς κρατῆσαι· ἀλλὰ καθάπαξ αὐτὴν ἀφανίσασα καὶ ἄβατον αὐτῇ τὴν σάρκα ποιήσασα, τοσοῦτον ἀπολαύειν σίτου καὶ ποτοῦ τὴν γαστέρα ἐπαίδευσας ὅσον μὴ ἀποθανεῖν καὶ δίκην δοῦναι. ∆ιά τοι τοῦτο οὐ νηστείαν οὐδὲ ἐγκράτειαν τοῦτο καλῶ, ἀλλ' ἕτερόν τι τούτου μεῖζον. Τοῦτο καὶ ἐπὶ τῆς ἀγρυπνίας σου τῆς ἱερᾶς ἔστιν ἰδεῖν· καὶ γὰρ ἡ τοῦ καθεύδειν ἐπιθυμία, ἐκείνης σβεσθείσης, συγκατεσβέσθη· τροφὴ γὰρ ὕπνου σιτία. Καὶ ἑτέρῳ δὲ αὐτὴν κατέλυσας τρόπῳ ἐξ ἀρχῆς μὲν καὶ αὐτὴν βιασαμένη τὴν φύσιν καὶ ὁλοκλήρους νύκτας ἀΰπνους διάγουσα, ὕστερον δὲ τῇ συνεχεῖ συνηθείᾳ καὶ εἰς φύσιν ἀγαγοῦσα τὸ πρᾶγμα. Ὥσπερ γὰρ τοῖς ἄλλοις κατὰ φύσιν τὸ καθεύδειν, οὕτω σοὶ τὸ ἐγρηγορέναι. Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἐκπλήξεως γέμοντα, καὶ καθ' ἑαυτά. Εἰ δέ τις καὶ τὸν καιρὸν ἐξετάσειεν ὅτι ἐν ἀώρῳ ἡλικίᾳ ταῦτα κατωρθοῦτο καὶ τὴν ἐρημίαν τῶν διδαξόντων καὶ τὸ πλῆθος τῶν σκανδαλιζόντων καὶ ὅτι ἐν ψυχῇ ἐξ ἀσεβοῦς οἴκου νῦν