1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

22

ψυχήν. Ὅπου δὲ σύνεσις τοσαύτη καὶ εὐλαβείας πλοῦτος καὶ φιλοσοφίας ὕψος καὶ ψυχὴ τῶν βιωτικῶν τὴν φαντασίαν καταπατήσασα, πλείων ἡ εὐκολία τῆς θεραπείας. ∆εῖξον δὴ κἂν τούτῳ τὴν ἀγάπην τὴν περὶ ἡμᾶς ὅτι καὶ μεγάλην γράφοντες ἔχομεν παρὰ σοὶ δύναμιν, καὶ τοσαύτην ὅσην παρόντες. ∆είξεις δὲ σαφῶς, ἂν μάθωμεν ὅτι σοι γέγονέ τι πλέον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, μᾶλλον δὲ οὐχὶ πλέον μόνον, ἀλλὰ τοσοῦτον ὅσον ἐπιθυμοῦμεν. Ἐπιθυμοῦμεν δὲ ἐν τῇ αὐτῇ εὐφροσύνῃ εἶναί σε νῦν ἐν ᾗ καὶ αὐτόθι διατρίβοντες ἑωρῶμεν. Κἂν τοῦτο μάθωμεν, οὐ μικρὰν καὶ αὐτοὶ τῆς ἐρημίας ἐν ᾗ νῦν ἐσμεν καρπωσόμεθα τὴν παράκλησιν. Ὣστε εἰ βούλει καὶ ἡμᾶς ἐν εὐθυμίᾳ καταστῆσαι πλείονι-οἶδα δὲ ὅτι βούλει καὶ σφόδρα ἐσπούδακας-, δήλωσον ὅτι πάντα τῆς ἀθυμίας ἀπήλασας τὸν φορυτὸν καὶ ἐν γαλήνῃ τὰ σὰ καὶ δὸς ἡμῖν ταύτην τῆς περὶ σὲ εὐνοίας καὶ ἀγάπης ἀμοιβήν. Οἶσθα γάρ, οἶσθα σαφῶς ὅπως ἡμᾶς ἀνακτήσῃ κατορθώσασα τοῦτο καὶ μετὰ ἀληθείας δηλώσασα διὰ γραμμάτων ἡμῖν.

9.t ΕΠΙΣΤΟΛΗ Θʹ

9.1 Τί θρηνεῖς; Τί κόπτεις σαυτὴν καὶ δίκας ἀπαιτεῖς ἃς οὐδὲ οἱ ἐχθροί σου ἀπαιτῆσαί σε ἴσχυσαν, οὕτως τῇ τυραννίδι τῆς ἀθυμίας ἐκδοῦσά σου τὴν ψυχήν; Τὰ γὰρ γράμματα ἃ διὰ Πατρικίου ἡμῖν διεπέμψω, ταῦτα ἐδήλωσέ σου τὰ τραύματα τῆς διανοίας. ∆ιὸ καὶ σφόδρα ἀλγῶ καὶ ὀδυνῶμαι ὅτι ὀφείλουσα πάντα κινεῖν καὶ πραγματεύεσθαι ὥστε ἀπελαύνειν σου τῆς ψυχῆς τὴν ἀθυμίαν, περιέρχῃ συνάγουσα λογισμοὺς ὀδυνηροὺς καὶ τὰ μὴ ὄντα-τοῦτο γὰρ ἔφης-ἀναπλάττουσα καὶ καταξαίνουσα σαυτὴν εἰκῇ καὶ μάτην καὶ ἐπὶ βλάβῃ μεγίστῃ. Τί γάρ σε λυπεῖ ὅτι Κουκουσοῦ οὐκ ἴσχυσας ἡμᾶς μεταστῆσαι; Καίτοι γε τὸ σὸν μέρος μετέστησας πάντα κινήσασα καὶ πραγματευσαμένη. Εἰ δὲ εἰς τέλος τὸ ἔργον οὐκ ἦλθεν, οὐδὲ διὰ τοῦτο ἀλγεῖν δεῖ. Ἴσως γὰρ ἔδοξε τῷ Θεῷ μακροτέρους μοι τεθῆναι τῶν δρόμων τοὺς διαύλους ὥστε καὶ λαμπροτέρους γενέσθαι τοὺς στεφάνους. Τί τοίνυν ἀλγεῖς ὑπὲρ τούτων ἀφ' ὧν ἡμεῖς ἀνακηρυττόμεθα, δέον σε σκιρτᾶν διὰ ταῦτα καὶ χορεύειν καὶ στεφανοῦσθαι, ὅτι τοσούτου κατηξιώθημεν πράγματος σφόδρα ὑπερβαίνοντος ἡμῶν τὴν ἀξίαν; Ἀλλ' ἡ ἐρημία σε λυπεῖ τῶν ἐνταῦθα; Καὶ τί τῆς διατριβῆς τῆς ἐνταῦθα ἥδιον; Ἡσυχία, γαλήνη, ἀπραγμοσύνη πολλή, σώματος εὐρωστία. Εἰ γὰρ μήτε ἀγορὰν μήτε ὤνιον ἔχει ἡ πόλις, οὐδὲν τοῦτο πρὸς ἐμέ. Πάντα γάρ μοι καθάπερ ἐκ πηγῶν ἐπιρρεῖ. Καὶ γὰρ τὸν κύριόν μου τὸν ἐπίσκοπον τὸν ἐνταῦθα καὶ τὸν κύριόν μου ∆ιόσκορον ἔχω ἔργον τοῦτο ποιουμένους διόλου, τὴν ἡμετέραν ἀνάπαυσιν. Ἐρεῖ δέ σοι καὶ ὁ καλὸς Πατρίκιος ὅπως διάγομεν ἐν εὐθυμίᾳ, ἐν εὐφροσύνῃ, ἐν θεραπείᾳ πολλῇ, τό γε εἰς τὴν διατριβὴν τὴν ἐνταῦθα ἧκον. Εἰ δὲ τὰ ἐν Καισαρείᾳ θρηνεῖς, καὶ τοῦτο ἀναξίως σου ποιεῖς. Καὶ γὰρ ἐκεῖ λαμπροὶ πάλιν ἐπλάκησαν ἡμῖν στέφανοι ὡς πάντας ἡμᾶς ἀνακηρύττειν, ἀναγορεύειν, θαυμάζειν, ἐκπλήττεσθαι ἐφ' οἷς κακῶς παθόντες ἐξεβλήθημεν. Ἀλλὰ ταῦτα μηδεὶς τέως εἰδέτω, εἰ καὶ πολλοὶ αὐτὰ διαθρυλοῦσιν. Ἐδήλωσε γάρ μοι ὁ κύριός μου Παιάνιος ὅτι οἱ πρεσβύτεροι αὐτοῦ τοῦ Φαρετρίου πάρεισιν αὐτόθι οἳ ἔφησαν ἡμῖν κοινωνεῖν καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τοὺς ἐναντίους, μηδὲ συγγίνεσθαι αὐτοῖς, μηδὲ κοινωνῆσαι. Ἵν' οὖν μὴ διαταράξωμεν αὐτούς, μηδεὶς ταῦτα εἰδέτω· καὶ γὰρ σφόδρα χαλεπὰ τὰ συμβάντα εἰς ἡμᾶς. Καὶ εἰ μηδὲν ἄλλο ἐπεπόνθειν δεινόν, ἤρκει τὰ ἐκεῖσε γενόμενα μυρία μοι προξενῆσαι βραβεῖα· οὕτως περὶ τῶν ἐσχάτων ἡμῖν ὁ κίνδυνος γέγονε. Παρακαλῶ δέ, ἀπόρρητα ἔστω παρά σοι καὶ ἐν βραχεῖ σοι αὐτὰ διηγήσομαι, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα εὐφρανῶ. Αὗται γάρ μου τῆς ἐμπορίας αἱ ὑποθέσεις, οὗτός μου ὁ