1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

2

τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν· Ἐὰν ᾖ ἄξιον τοῦ καὶ ἐμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται, περὶ τῶν ἀποκομιζόντων ἐκεῖσε τὰ χρήματα ταῦτα λέγων. Ὅθεν δῆλον, ὅτι ἡνίκα μὲν ἐπέστελλε Κορινθίοις, ἀμφίβολον ἦν τὸ τῆς τοιαύτης ἀποδημίας αὐτοῦ· ὅτε δὲ Ῥωμαίοις, ἦν κεκυρωμένον λοιπόν. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο δῆλον, ὅτι αὕτη μετ' ἐκείνας ἡ Ἐπιστολή. Καὶ ἡ πρὸς Θεσσαλονικεῖς δὲ ἐμοὶ δοκεῖ προτέρα τῆς πρὸς Κορινθίους Ἐπιστολῆς εἶναι. Καὶ γὰρ ἐκείνοις πρότερον ἐπιστείλας, καὶ τὸν τῆς ἐλεημοσύνης πρὸς αὐτοὺς κινήσας λόγον, ὅτε ἔλεγε· Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ πρὸς πάντας τοὺς ἀδελφούς· τότε Κορινθίοις ἐπέστελλε. Καὶ τοῦτο αὐτὸ δηλοῖ λέγων· Οἶδα γὰρ ἐγὼ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐξ ὧν ἔδειξεν, ὅτι πρώτοις ἐκείνοις περὶ τούτου διελέχθη. Τούτων μὲν οὖν ὑστέρα τῶν Ἐπιστολῶν αὕτη, τῶν δὲ ἀπὸ Ῥώμης πρώτη· οὐδέπω γὰρ ἦν τῆς Ῥωμαίων πόλεως ἐπιβὰς, ἡνίκα ταύτην ἔγραφε τὴν Ἐπιστολήν· καὶ τοῦτο δηλοῖ λέγων· Ἐπιποθῶ γὰρ 60.393 ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Ἀπὸ Ῥώμης δὲ Φιλιππησίοις ἐπέστελλε· διό φησιν, Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες, μάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Καὶ Ἑβραίοις δὲ ἐκεῖθεν ὁμοίως· διό φησι, τοὺς ἀπὸ τῆς Ἰταλίας ἀσπάζεσθαι πάντας αὐτούς. Καὶ τὴν πρὸς Τιμόθεον δὲ Ἐπιστολὴν καὶ αὐτὴν ἀπὸ Ῥώμης δεδεμένος ἔπεμψεν· ἢ καὶ ἐσχάτη μοι δοκεῖ πασῶν εἶναι τῶν Ἐπιστολῶν· καὶ δῆλον ἀπὸ τοῦ τέλους· Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Ὅτι δὲ τὸν βίον ἐκεῖ κατέλυσε, παντί που δῆλόν ἐστιν. Ἡ δὲ πρὸς Φιλήμονα ἐσχάτη μὲν καὶ αὕτη· πρὸς γὰρ ἐσχάτῳ γήρᾳ αὐτὴν ἔγραψε· διὸ καὶ ἔλεγεν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ· τῆς μέντοι πρὸς Κολοσσαεῖς προτέρα· καὶ τοῦτο ἀπὸ τοῦ τέλους δῆλον πάλιν. Κολοσσαεῦσι γὰρ γράφων φησὶν, ὅτι Τυχικὸς πάντα γνωρίσει ὑμῖν, ὃν ἔπεμψα σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ. Ὀνήσιμος δὲ οὗτος ἦν, ὑπὲρ οὗ τὴν πρὸς Φιλήμονα Ἐπιστολὴν συνέθηκε. Καὶ ὅτι οὐκ ἦν ἄλλος οὗτος ὁμώνυμος ἐκείνῳ, δῆλον καὶ ἀπὸ τοῦ Ἀρχίππου· ὃν γὰρ ἔλαβε συνεργὸν ἐν τῇ πρὸς Φιλήμονα Ἐπιστολῇ τῆς παρακλήσεως τῆς ὑπὲρ Ὀνησίμου, τοῦτον Κολοσσαεῦσιν ἐπιστέλλων διεγείρει, λέγων· Εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα αὐτὴν πληροῖς. ∆οκεῖ δέ μοι καὶ ἡ πρὸς Γαλάτας προτέρα εἶναι τῆς πρὸς Ῥωμαίους. Εἰ δὲ ἐν ταῖς βίβλοις ἑτέραν ἔχουσι τάξιν, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ οἱ προφῆται οἱ δώδεκα οὐκ ἐφεξῆς ἀλλήλοις ὄντες κατὰ τοὺς χρόνους, ἀλλὰ πολὺ διεστηκότες ἀλλήλων, ἐν τῇ τῶν βιβλίων τάξει ἐφεξῆς εἰσι κείμενοι. Ὁ γοῦν Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ἄλλοι μετὰ τὸν Ἰεζεκιὴλ καὶ ∆ανιὴλ προεφήτευσαν, καὶ πολλοὶ μετὰ τὸν Ἰωνᾶν καὶ τὸν Σοφονίαν καὶ τοὺς ἄλλους δὲ πάντας· ἀλλ' ὅμως συνημμένοι πᾶσίν εἰσιν ἐκείνοις, ὧν τοσοῦτον τῷ χρόνῳ διεστήκασι. βʹ. Μηδεὶς δὲ πάρεργον τοῦτον ἡγείσθω τὸν πόνον, μηδὲ περιεργίας περιττῆς τὴν τοιαύτην ἔρευναν· συντελεῖ γὰρ ἡμῖν πρὸς τὰ ζητούμενα οὐ μικρὸν ὁ τῶν Ἐπιστολῶν χρόνος. Ὅταν γὰρ ἴδω Ῥωμαίοις καὶ Κολοσσαεῦσιν ὑπὲρ τῶν αὐτῶν μὲν ἐπιστέλλοντα, οὐχ ὁμοίως δὲ ὑπὲρ τῶν αὐτῶν, ἀλλ' ἐκείνοις μὲν μετὰ πολλῆς τῆς συγκαταβάσεως, ὡς ὅταν λέγῃ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· Κολοσσαεῦσι δὲ οὐχ οὕτω περὶ τῶν αὐτῶν, ἀλλὰ μετὰ πλείονος παῤῥησίας· Εἰ γὰρ ἀπεθάνετε, φησὶ, σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ; δογματίζεσθε, Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς; ἅτινά ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός· οὐδὲν ἄλλο αἴτιον εὑρίσκω τῆς διαφορᾶς ταύτης, ἢ τὸν τῶν