1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

165

παράσημον τῆς σωτηρίας τιθεὶς, 60.592 ἵνα μή τις εἰς τοὺς ἔμπροσθεν αὐτὸ χρόνους ἑλκύσῃ καὶ συζεύξῃ, φησί· Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν· οὐχ ὅταν περιτμηθῶσιν, οὐχ ὅταν θύσωσιν, οὐχ ὅταν τὰ ἄλλα νόμιμα ποιῶσιν, ἀλλ' ὅταν ἁμαρτημάτων ἀφέσεως τύχωσιν. Εἰ τοίνυν τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ' αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ τοῦ βαπτίσματος ἀφέσεως, πάντως ἔσται· διὸ καὶ ἐπήγαγεν· Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Καὶ οὐδὲ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συμβεβηκότι· καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων· Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Ἵνα γὰρ μὴ φυσᾶται ὁ ἐξ ἐθνῶν, λέγων, Ἐγὼ ἕστηκα, μή μοι λέγε, τί ἂν ἐγένετο, ἀλλὰ τί γέγονε, καὶ ἐντεῦθεν αὐτὸν καταστέλλει λέγων, Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. ζʹ. Ἀλλ' ὅμως ὁ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑμῶν τὴν κλῆσιν, ἀλλ' ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν. Εἶτα χαρίζεται καὶ ἑτέραν τινὰ χάριν αὐτοῖς λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Καὶ τί τοῦτο; Ἔνθα μὲν γὰρ ἐχθροὶ, ἡ κόλασις αὐτῶν· ἔνθα δὲ ἀγαπητοὶ, οὐδὲν πρὸς αὐτοὺς ἡ τῶν προγόνων ἀρετὴ, ἐὰν μὴ πιστεύσωσιν. Ἀλλ' ὅμως, ὅπερ ἔφθην εἰπὼν, οὐ παύεται ῥήμασιν αὐτοὺς παραμυθούμενος, ἵνα ἐφελκύσηται ∆ιὸ καὶ ἑτέρωθεν κατασκευάζων τὸ ἔμπροσθεν εἰρημένον, φησίν· Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νυνὶ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι. Συνέκλεισε γὰρ τοὺς πάντας ὁ Θεὸς εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. ∆είκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους, εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα· ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. Ἀλλ' οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ' εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. Ὅρα πόσον δίδωσι τοῖς ἐξ ἐθνῶν· ὅσον ἔμπροσθεν τοῖς Ἰουδαίοις. Ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶν, οἱ ἐξ ἐθνῶν ποτε, προσῆλθον οἱ Ἰουδαῖοι· πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑμεῖς. Οὐ μὴν εἰς τέλος ἀπολοῦνται· Συνέκλεισε γὰρ τοὺς πάντας εἰς ἀπείθειαν ὁ Θεός· τουτέστιν, ἤλεγξεν, ἀπέδειξεν ἀπειθοῦντας, οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες, ἀλλ' ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας, τούτους δι' ἐκείνων, κἀκείνους διὰ τούτων. Σκόπει δέ· ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν· πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε· οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν, καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ὥστε αὐτοὺς ἐπισπάσασθαι τῷ ζήλῳ μένοντες. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Ἐνταῦθα ἐπὶ τοὺς προτέρους χρόνους ἐπανελθὼν, καὶ τὴν ἄνωθεν τοῦ Θεοῦ κατανοήσας οἰκονομίαν τὴν ἐξ οὗπερ ὁ κόσμος ἐγένετο μέχρι τοῦ παρόντος, καὶ λογισάμενος πῶς ποικίλως πάντα ᾠκονόμησε, ἐξεπλάγη καὶ ἀνεβόησε, πιστούμενος τοὺς ἀκούοντας, ὅτι ἔσται πάντως ἅπερ εἶπεν. Οὐ γὰρ ἂν ἀνεβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο. Καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε· πόσον δὲ, οὐκ οἶδε· θαυμάζοντος γάρ ἐστιν ἡ ῥῆσις, οὐκ εἰδότος τὸ πᾶν. Θαυμάσας δὲ 60.593 καὶ ἐκπλαγεὶς τὴν χρηστότητα, καὶ κατὰ τὸ ἐγχωροῦν αὐτῷ διὰ δύο τῶν ἐπιτατικῶν ὀνομάτων αὐτὴν ἀνεκήρυξε, τοῦ πλούτου καὶ τοῦ βάθους, καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Οὐ γὰρ μόνον καταληφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ' οὐδὲ ἐρευνηθῆναι. Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τουτέστιν αἱ οἰκονομίαι· καὶ γὰρ αὗται οὐ μόνον γνωσθῆναι, ἀλλ' οὐδὲ ζητηθῆναι δύνανται. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, εὗρον ἅπαντα, ἀλλὰ μέρος μικρὸν, οὐ τὸ πᾶν· μόνος γὰρ αὐτὸς οἶδε τὰ αὑτοῦ σαφῶς. ∆ιὸ καὶ ἐπήγαγε· Τίς γὰρ ἔγνω νοῦν