1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

164

ἐγκεντρισθήσεται, ἐὰν σπουδάζῃ· καὶ γὰρ καὶ σὺ ἐνεκεντρίσθης. Πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει, ἅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος. Τοῦτο καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς ἐργάζεται, περὶ τῆς τῶν σιτίων διαλεγόμενος παρατηρήσεως. Εἶτα καὶ ἐκ τῶν παρελθόντων αὐτὸ κατασκευάζει, καὶ οὐκ ἀπὸ τῶν μελλόντων μόνον· ὅπερ μᾶλλον ἔπειθε τὸν ἀκροατήν. Καὶ μέλλων λογισμῶν ἀκολουθίαν τηρεῖν ἀναντίῤῥητον, πρότερον ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν τίθησιν. Εἰ γὰρ καὶ ἀπεκόπησαν καὶ ἀπεῤῥίφθησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατέλαβον, μηδὲ οὕτως ἀπογνῷς· ∆υνατὸς γάρ ἐστι, φησὶ, πάλιν ὁ Θεὸς ἐγκεντρίσαι αὐτοὺς, ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. Εἰ δὲ καὶ πραγμάτων τάξιν ζητεῖς καὶ λογισμῶν 60.591 ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγμα μετὰ πλείονος τῆς περιουσίας. Εἰ γὰρ σὺ, φησὶν, ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἳ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Εἰ γὰρ τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ μᾶλλον τὸ κατὰ φύσιν. Εἰ γὰρ οὗτος τῶν κατὰ φύσιν αὐτοῦ πατέρων ἐκκοπεὶς, ἦλθε παρὰ φύσιν πρὸς Ἀβραὰμ, πολλῷ μᾶλλον σὺ τὸ οἰκεῖον ἀπολαβεῖν δυνήσῃ, Τοῦ μὲν γὰρ ἐθνικοῦ τὸ μὲν κακὸν κατὰ φύσιν· ἀγριέλαιος γὰρ κατὰ φύσιν ἦν· τὸ δὲ καλὸν, παρὰ φύσιν· παρὰ φύσιν γὰρ ἐνεκεντρίσθη τῷ Ἀβραάμ· σοῦ δὲ τοὐναντίον τὸ καλὸν κατὰ φύσιν· οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ, ὥσπερ ὁ ἐθνικὸς, ἀλλ' ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. Τίνος οὖν ἂν εἴης ἄξιος συγγνώμης, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν μὴ ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; Εἶτα ἐπειδὴ εἶπε, Παρὰ φύσιν, καὶ, Ἐνεκεντρίσθης, ἵνα μὴ πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων καὶ αὐτὸν ἐγκεντρίζεσθαι· Πόσῳ μᾶλλον οὗτοι, φησὶν, οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Καὶ πάλιν, ∆υνατὸς ὁ Θεὸς ἐγκεντρίσαι αὐτούς. Καὶ πρὸ τούτου δέ φησιν, ὅτι ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ καὶ τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν. Οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀνεπαχθές. Εἰπὼν γὰρ, ὅτι Καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, καὶ οὗτοι ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ, μεγάλας τοῖς Ἰουδαίοις ὑφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. ∆ιὸ καὶ ἐπάγει λέγων· Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι· μυστήριον ἐνταῦθα, τὸ ἀγνοούμενον καὶ ἀπόῤῥητον λέγων, καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον· ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἰδοὺ μυστήριον ὑμῖν λέγω, πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Τί οὖν ἐστι τὸ μυστήριον; Ὅτι πώρωσις τῷ Ἰσραὴλ ἀπὸ μέρους γέγονεν. Ἐνταῦθα πάλιν πλήττει τὸν Ἰουδαῖον, δοκῶν καταστέλλειν τὸν ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλὰ ἐκ μέρους, ὥσπερ ὅταν λέγῃ· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ' ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς· καὶ, Ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Οὕτω δὴ καὶ ἐνταῦθά φησι τοῦτο, ὅπερ ἀνωτέρω ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, ὃν προέγνω; καὶ πάλιν, Τί οὖν; ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Τοῦτο δὴ καὶ ἐνταῦθα λέγει· ὅτι οὐχ ὁλόκληρον ἀνασπᾶται τὸ ἔθνος, ἀλλὰ καὶ ἤδη πολλοὶ ἐπίστευσαν, καὶ μέλλουσι πάλιν πιστεύειν. Εἶτα ἐπειδὴ μέγα ἐπηγγείλατο, φέρει μάρτυρα τὸν προφήτην οὕτω λέγοντα. Ὅτι μὲν γὰρ πώρωσις γέγονεν, οὐ παράγει μαρτυρίαν· καὶ γὰρ δῆλον ἅπασιν ἦν· ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαΐαν πάλιν εἰσάγει βοῶντα, καὶ λέγοντα· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἶτα τὸ