1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

64

τις ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν. Ἐπεὶ οὖν καὶ ἡ τῶν μελλόντων ἐλπὶς οὕτω βεβαία καὶ σαφὴς, ὡς ἡ τῶν δεδομένων, καὶ ἐπ' ἐκείνῃ, φησὶν, ὁμοίως καυχώμεθα· διὰ τοῦτο καὶ δόξαν αὐτὰ ἐκάλεσεν. Εἰ γὰρ εἰς τὴν τοῦ Θεοῦ συντελεῖ δόξαν, πάντως ἐκβήσεται, εἰ καὶ μὴ δι' ἡμᾶς, ἀλλὰ δι' αὐτόν. Καὶ τί λέγω, φησὶν, ὅτι τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχήσεως; Αὐτὰ μὲν οὖν τὰ παρόντα κακὰ ἱκανὰ ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι ἐν αὐτοῖς ἐναβρύνεσθαι· διὸ καὶ ἐπήγαγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Ἐννόησον τοίνυν ἡλίκα τὰ μέλλοντα, ὅταν καὶ ἐπὶ τοῖς δοκοῦσιν εἶναι λυπηροῖς μέγα φρονῶμεν. Τοσαύτη ἡ τοῦ Θεοῦ δωρεὰ, καὶ οὕτως οὐδὲν αὐτῆς ἀηδές. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων οἱ μὲν ἀγῶνες πόνον ἔχουσι καὶ ὀδύνην καὶ ταλαιπωρίαν, οἱ δὲ στέφανοι καὶ τὰ ἔπαθλα τὴν ἡδονὴν κομίζουσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τῶν ἐπάθλων τὰ παλαίσματα οὐχ ἧττον ἡμῖν ἡδίω. Ἐπειδὴ γὰρ πολλοὶ μὲν οἱ πειρασμοὶ τότε ἦσαν, ἡ δὲ βασιλεία ἐν ἐλπίσι, καὶ τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν προσδοκίᾳ, τοῦτο δὲ τοὺς ἀσθενεστέρους ἐξέλυσε, καὶ πρὸ τῶν στεφάνων ἤδη δίδωσιν αὐτοῖς τὰ βραβεῖα, λέγων ὅτι καὶ ἐν ταῖς θλίψεσι δεῖ καυχᾶσθαι. Καὶ οὐκ εἶπε, ∆εῖ καυχᾶσθαι ὑμᾶς, ἀλλὰ, Καυχώμεθα, φησὶν, ἡμεῖς, ἐν τῷ οἰκείῳ προσώπῳ παραίνεσιν εἰσάγων. Εἶτα ἐπειδὴ ἐδόκει ξένον εἶναι καὶ παράδοξον τὸ εἰρημένον, εἰ τὸν λιμῷ παλαίοντα, καὶ ἐν ἁλύσει καὶ ἐν βασάνοις ὄντα, καὶ ὑβριζόμενον καὶ ὀνειδιζόμενον καυχᾶσθαι δεῖ, κατασκευάζει λοιπὸν αὐτό· καὶ τὸ δὴ μεῖζον, ὅτι ἄξια καυχήσεως εἶναί φησιν, οὐ δι' ἐκεῖνα τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα· καὶ γὰρ αὐταὶ καθ' ἑαυτὰς αἱ θλίψεις ἀγαθὸν πρᾶγμά ἐστι. Τίνος ἕνεκεν; Ὅτι εἰς ὑπομονὴν ἀλείφουσι. ∆ιόπερ εἰπὼν, Καυχώμεθα ἐν ταῖς θλίψεσι, καὶ τὴν αἰτίαν προσέθηκε, λέγων· Εἰδότες, ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται. Ὅρα πάλιν τὴν φιλονεικίαν Παύλου, πῶς εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον. Ἐπειδὴ γὰρ αἱ θλίψεις μάλιστα ἀπαγορεύειν ἐποίουν ὑπὲρ τῶν μελλόντων αὐτοὺς, καὶ εἰς ἀπόγνωσιν ἐνέβαλλον, λέγει ὅτι δι' αὐτὰς μὲν οὖν ταύτας χρὴ θαῤῥεῖν, καὶ μὴ ἀπογινώσκειν τὰ μέλλοντα. Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, φησὶν, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ μόνον οὐκ ἀναιρετικαὶ τῆς τοιαύτης ἐλπίδος αἱ θλίψεις, ἀλλὰ καὶ κατασκευαστικαί. Ἔχει μὲν γὰρ καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν τὴν ὑπομονὴν ἡ θλῖψις, καὶ τὸ δόκιμον ποιεῖν τὸν πειραζόμενον· συντελεῖ δέ τι καὶ πρὸς τὰ μέλλοντα· τὴν γὰρ ἐλπίδα ἀκμάζειν ἐν ἡμῖν ποιεῖ. Οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συνειδός. γʹ. Οὐδεὶς γοῦν τῶν ὀρθῶς βεβιωκότων ἀπιστεῖ περὶ τῶν μελλόντων, ὥσπερ οὖν τῶν ἠμελημένων πολλοὶ πονηρῷ πιεζόμενοι συνειδότι, οὐδὲ κρίσιν οὐδὲ ἀντίδοσιν εἶναι βούλονται. Τί οὖν; ἐν ἐλπίσιν ἡμῖν τὰ ἀγαθά; Ἐν ἐλπίσι μὲν, ἀλλ' οὐκ ἀνθρωπίναις, αἳ διαπίπτουσι καὶ καταισχύνουσι πολλάκις τὸν ἐλπίσαντα, τοῦ προσδοκηθέντος προΐστασθαι τελευτήσαντος, ἢ ζῶντος μεταβληθέντος. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ βεβαία καὶ ἀκίνητος ἡ ἐλπίς. Ὁ γὰρ ἐπαγγειλάμενος ἀεὶ ζῇ, ἡμεῖς τε οἱ μέλλοντες αὐτῶν ἀπολαύσεσθαι, κἂν ἀποθάνωμεν, ἀναστησόμεθα πάλιν, καὶ οὐδὲν ὅλως ἐστὶν ὃ δύναται ἡμᾶς καταισχῦναι, ὡς εἰκῆ καὶ μάτην καὶ ἐπὶ σαθραῖς ἐπαρθέντας ἐλπίσιν. Ἀπαλλάξας τοίνυν αὐτοὺς ἱκανῶς ἀμφισβητήσεως ἁπάσης διὰ τούτων τῶν ῥημάτων, οὐχ 60.470 ἵστησι μέχρι τῶν παρόντων τὸν λόγον, ἀλλὰ καὶ τὰ μέλλοντα πάλιν ἐπάγει, εἰδὼς τοὺς ἀσθενεστέρους καὶ τὰ παρόντα ζητοῦντας, καὶ οὐκ ἀρκουμένους τούτοις. Καὶ πιστοῦται αὐτὰ ἀπὸ τῶν ἤδη δοθέντων. Ἵνα γὰρ μή τις λέγῃ, Τί οὖν, εἰ μὴ βούλεται ἡμῖν χαρίσασθαι ὁ Θεός; ὅτι μὲν γὰρ δύναται καὶ μένει καὶ ζῇ, πάντες ἴσμεν· πόθεν δὲ, ὅτι καὶ βουλήσεται; Ἀπὸ τῶν ἤδη γεγενημένων. Ποίων γεγενημένων; Τῆς ἀγάπης, ἢν περὶ ἡμᾶς ἐπεδείξατο. Τί ποιήσας, φησί; Πνεῦμα ἅγιον δούς. ∆ιόπερ εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, ἐπήγαγε τὴν ἀπόδειξιν τούτου, λέγων, Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν. Καὶ οὐκ