1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

3

δόξαις. ταῦτα διὰ πλειόνων προοιμιασάμενος ἐπάγει τὸν λόγον εἰπὼν ὅτι Παρὰ τοῖς ἀπίστοις καὶ ταῖς αἱρέσεσι προτεθρύλληται τὸ μὴ δυνατὸν εἶναι θεὸν ἄνθρωπον γενέσθαι καὶ πάθεσιν ὁμι λῆσαι, ὃ καὶ παρὰ ταῖς αἱρέσεσιν ἐπὶ σχήματι πίστεως εἰσάγεται ἄνθρωπον ἔνθεον διὰ τὴν ἐκ γυναικὸς γέννησιν καὶ διὰ τὰ πάθη λεγούσαις τὸν Χριστόν. τίνας μὲν οὖν οἶδεν αἱρέσεις, αἳ τὸν Χριστὸν ἔνθεον ἄνθρωπον λέγουσιν, αὐτὸς ἂν εἰδείη καὶ εἴ τις τὰ ἐκείνου πεπαίδευται· ἡμεῖς δὲ πολλοῖς ἐπιδεδημηκότες τό ποις καὶ κατὰ σπουδὴν τοῖς τε κοινωνοῦσι τοῦ δόγματος τοῖς τε ἀφεστηκόσι περὶ τῶν κατὰ τὸν λόγον ζητουμένων καθομιλήσαντες, οὔπω τινὸς ἀκηκόαμεν τὴν τοιαύτην ῥήξαντος περὶ τοῦ μυστηρίου φωνήν, ὅτι ἄνθρωπος ἔνθεος ὁ Χριστὸς ἦν. τὸν τοίνυν μέλλοντα διορθοῦσθαι μὲν τὰς 3,1.136 ἠπατημένας περὶ τοῦ δόγματος ὑπολήψεις, ἀντεισάγειν δὲ τὰς εὐσεβεστέρας μὴ ἀναπλάσσειν ἑαυτῷ τὰ μὴ ὄντα καὶ πρὸς τὰ ἀνύπαρκτα μάχεσθαι προσῆκον ἦν, ἀλλὰ πρὸς τὰ λεγόμενα παρὰ τῶν ἀντιδιατιθεμένων ὁπλίζεσθαι. οὐδὲ γὰρ τῶν ἰατρῶν οἱ ἐπιστήμονες πρὸς τὰ μὴ ὄντα πάθη τὴν ἑαυτῶν τέχνην ἀντεισάγουσιν, ἀλλὰ πρὸς τὸ γεγονὸς ἤδη νόσημα διὰ τῆς ἐπιστήμης ἵστανται. ἢ τοίνυν δειξάτω τὸν εἰρηκότα μὴ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ἀλλ' ἔνθεον ἄνθρωπον τὸν Χριστὸν εἶναι, εἶτα καὶ τὸν λόγον αὐτοῦ ὡς οὐ μάτην πεποιημένον παραδεξόμεθα, ἢ ἕως ἂν ἡ τοιαύτη μὴ εὑρίσκηται νόσος, μάταιον εἶναι πάντες ὁμολογήσουσι τὸ τοῖς μὴ οὖσι συμπλέκεσθαι. Ἀλλ' οὐκ εἰκῆ τὴν τοιαύτην τῆς λογογραφίας ἀνάγκην ἑαυτῷ σχηματίζεται· ἀλλ' ὡς ἂν ὁδόν τινα καὶ ἀκολουθίαν πρὸς τὴν κατασκευὴν τοῦ καθ' ἑαυτὸν δόγματος λάβοι, τὸ μὴ λεχθὲν ὡς εἰρημένον ὑπέθετο, ἵνα τῷ πρὸς ταῦτα δοκεῖν ἀγωνίζεσθαι διὰ τῆς ἐσχηματισμένης ἀντιρρήσεως κατα σκευάσῃ τὸ θνητὸν εἶναι τὸ θεῖον. \Απας γὰρ αὐτῷ τῆς λογογραφίας ὁ σκοπὸς πρὸς τοῦτο βλέπει, τὸ θνητὴν εἶναι τοῦ μονογενοῦς υἱοῦ τὴν θεότητα καὶ οὐχὶ τῷ ἀνθρωπίνῳ τὸ πάθος δέξασθαι, ἀλλὰ τὴν ἀπαθῆ καὶ ἀναλλοίωτον φύσιν πρὸς πάθους μετουσίαν ἀλλοιωθῆναι. ὅθεν πρὸς τί μὲν αὐτῷ χρήσι μον ὁ λόγος βλέπει, εἰδεῖεν ἂν οἱ τῶν μυστηρίων αὐτοῦ ἐπιίστορες· ἃ δὲ ἡ ἀκολουθία καὶ τοῖς ἄγαν νηπίοις προδείκ νυσι, τοιαῦτά ἐστιν, οἷα μηδ' ἂν τοὺς ἀθεωτάτους τῶν Ἑλλήνων εἰπεῖν. εἰ γὰρ αὐτὴ τέθνηκε τοῦ μονογενοῦς ἡ θεότης, συναπέθανε ταύτῃ πάντως καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀγαθότης καὶ τὸ φῶς καὶ ἡ δύναμις· ταῦτα γὰρ κατὰ διαφόρους ἐπιβολὰς ὁ μονογενὴς θεὸς καὶ ἔστι καὶ λέγεται. ἁπλοῦς δὲ ὢν καὶ ἀμερὴς καὶ ἀσύνθετος, 3,1.137 ὅπερ ἂν λέγηται, ὅλος ἐστίν, οὐκ ἐν μέρει τοῦτο καὶ ἐν μέρει τὸ ἕτερον ὥστε ἑνὸς ὄντος πάντα ἐν αὐτῷ νοεῖσθαι καὶ μὴ ὄντος τὰ πάντα συνδιαγράφεσθαι. εἰ οὖν ἠφανίσθη τῷ θανάτῳ τὸ θεῖον, συνηφανίσθη τῷ θανάτῳ πάντα τὰ συνημ μένως περὶ τὴν αὐτοῦ θεότητα θεωρούμενα. ἀλλὰ μὴν οὐχ ἁπλῶς δύναμις ὁ Χριστός, ἀλλὰ θεοῦ δύναμις καὶ θεοῦ σοφία. ὅτε οὖν ταῦτα τῇ θεότητι τοῦ υἱοῦ διὰ τοῦ θανάτου συγκατεσβέσθη, οὐχ ἦν παρὰ τῷ πατρὶ θεοῦ σοφία, οὐ δύναμις, οὐ ζωή, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον ὀνομα ζομένων οὐδέν· θεοῦ γὰρ πάντα ταῦτα εἶναι <καὶ πάντα> τὰ τοῦ πατρὸς ἐν αὐτῷ εἶναι πιστεύεται, ἅπερ ὄντος μὲν τοῦ υἱοῦ ἔστι, μὴ ὄντος δὲ πάντως οὐκ ἔστι διὰ τὸ ἐν αὐτῷ εἶναι πάντα τὰ τοῦ πατρὸς ὁμολογεῖσθαι. εἰ οὖν ἐναπεσβέσθη τῷ θανάτῳ ἡ δύναμις, Χριστὸς δὲ θεοῦ ἐστι δύναμις, ποία πάλιν ἐκ τοῦ μὴ ὄντος ἀνεκλήθη δύναμις τῆς μὲν οὔσης τῷ θανάτῳ ἀφανισθείσης, ἑτέρας δὲ οὐχ ὑπολειφθείσης; τὴν γὰρ τοῦ πατρὸς δύναμιν ἐν τῷ υἱῷ εἶναι καὶ παρὰ τῶν μαχομένων ἡμῖν ὁμολογεῖται. εἰ οὖν μία ἡ δύναμις, αὕτη δὲ ὑπὸ τοῦ θανάτου δυναστευθεῖσα εἰς ἀφανισμὸν μετεχώρησεν ἐν τῷ καιρῷ τῆς τοῦ πάθους οἰκονομίας, τίς ἄλλη δύναμις παρ' αὐτὸν ἀναπλάττεται ἡ ταύτην ἐκ τοῦ θανάτου ἀνακαλου μένη τὴν δύναμιν; εἰ γὰρ τοῦτο λέγοιεν ὅτι ἡ μὲν ἀπέθανεν, ἡ δὲ ἀθάνατος ἔμεινεν, οὐκέτι ἐν τῷ υἱῷ τὴν τοῦ πατρὸς δύναμιν εἶναι ὁμολογήσουσι καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὰς αὐτοῦ τοῦ κυρίου φωνὰς παραγράψονται ὡς οὐκ ἀληθῶς ἐχούσας, αἳ πάντα τὰ