3
τοῦ Θεοῦ ἐν ἀληθείᾳ. Οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ' ἐν αὐτοῖς τοῖς ἔργοις, Τοῦτο τοίνυν λέγει, Καρποφορούμενον· ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα ὅτι ἅμα ἐδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. Τὸ τοίνυν εὐθέως ἐπιδειξάμενον τὴν οἰκείαν δύναμιν πῶς οὐ χαλεπὸν νῦν ἀπιστεῖσθαι; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι· ἐμάθετε τὸ Εὐαγγέλιον. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς, φησὶ, Τοῦ συνδούλου ἡμῶν. Ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Μὴ ἀμφιβάλλετε, φησὶ, περὶ τῆς μελλούσης ἐλπίδος· ὁρᾶτε τὴν οἰκουμένην ἐπιστρέφουσαν. Καὶ τί δεῖ λέγειν τὰ ἐν τοῖς ἄλλοις; τὰ ἐν ὑμῖν αὐτοῖς καὶ χωρὶς τούτων πιστά. Ἐπέγνωτε γὰρ τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ· τουτέστιν, ἐν τοῖς ἔργοις. Ὥστε δύο ταῦτα τὰ μέλλοντα βεβαιοῦται, τό τε πάντας πιστεῦσαι, τό τε καὶ ὑμᾶς· καὶ οὐκ ἄλλα μὲν ἐγένετο, ἄλλα δὲ εἶπεν Ἐπαφρᾶς. Ὅς ἐστι, φησὶ, πιστός· τουτέστιν, ἀληθής. Πῶς δὲ, Ὑπὲρ ὑμῶν διάκονος; Τῷ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ δηλῶσαι ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι· τουτέστι, τὴν πνευματικήν· τὴν εἰς ἡμᾶς. Εἰ δὲ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι' ἀγγέλων λέγετε προσάγεσθαι; Ὁ καὶ δηλώσας ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Αὕτη γὰρ θαυμαστὴ καὶ βεβαία ἡ ἀγάπη· ὡς αἵ γε ἄλλαι ὄνομα ἀγάπης ἔχουσι μόνον. Εἰσὶ δέ τινες οὐ τοιαῦται· ἀλλ' οὐ φιλία τοῦτο· διὸ καὶ εὐδιάλυτος γίνεται. γʹ. Πολλαὶ προφάσεις εἰσὶν αἱ φιλίας ποιοῦσαι· καὶ 62.303 τέως τὰς μὲν αἰσχρὰς παρήσομεν· οὐδεὶς γὰρ ἡμῖν ὑπὲρ ἐκείνων ἀντερεῖ, ὡς πονηρῶν οὐσῶν· ἀλλ', εἰ βούλεσθε, τὰς φυσικὰς καὶ τὰς βιωτικὰς εἰς μέσον παραγάγωμεν. Βιωτικαὶ μὲν οὖν εἰσιν αὗται· οἷον εὖ ἔπαθέ τις, ἀπὸ προγόνων ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδημίας, ἢ γείτων ἐστί· καλαὶ καὶ αὗται· ἢ ὁμότεχνος γέγονεν· αὕτη μὲν οὖν οὐκ ἔστιν εἰλικρινής· ἔχει γάρ τινα καὶ ζῆλον καὶ βασκανίαν. Αἱ δὲ φυσικαὶ, οἷον πατρὸς πρὸς υἱὸν, υἱοῦ πρὸς πατέρα, ἀδελφοῦ πρὸς ἀδελφὸν, πρὸς ἔγγονον πάππου, μητρὸς πρὸς τέκνα· εἰ δὲ βούλεσθε, προσθῶμεν καὶ τὴν τῆς γυναικὸς πρὸς ἄνδρα· καὶ γὰρ πᾶσαι αἱ γαμικαί εἰσι βιωτικαὶ καὶ γήϊναι. Αὗται μὲν οὖν ἐκείνων εἶναι δοκοῦσι σφοδρότεραι· δοκοῦσι δὲ, εἶπον, διὰ τὸ πολλάκις ὑπ' ἐκείνων ἡττηθῆναι. Καὶ γὰρ φίλοι ἀλλαχοῦ γνησιώτερον ἐφάνησαν ἀδελφῶν διακείμενοι, καὶ υἱῶν πρὸς πατέρας· καὶ ὁ μὲν γεννηθεὶς οὐκ ἐβοήθησεν, ὁ δὲ μὴ γνοὺς αὐτὸν, παρέστη καὶ ἐβοήθησεν. Ἡ δὲ πνευματικὴ ἀγάπη πασῶν ἐστιν ἀνωτέρα, καθάπερ τις βασίλισσα τῶν ἰδίων κρατοῦσα, καὶ λαμπρὸν ἔχει τὸ σχῆμα· οὐδὲν γὰρ γήϊον αὐτὴν τίκτει, καθάπερ ἐκείνην, οὐ συνήθεια, οὐκ εὐεργεσία, οὐ φύσις, οὐ χρόνος, ἀλλ' ἄνωθεν κάτεισιν ἐκ τοῦ οὐρανοῦ. Καὶ τί θαυμάζεις, εἰ εὐεργεσίας οὐ δεῖται πρὸς τὸ συνεστάναι, ὅπου γε οὐδὲ τῷ κακῶς παθεῖν ἀνατρέπεται; Ὅτι δὲ αὕτη μείζων ἐκείνης ἐστὶν, ἄκουσον Παύλου λέγοντος· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Τίς ἂν τοῦτο ηὔξατο πατὴρ, ὥστε ἐν κακοῖς εἶναι; Καὶ πάλιν, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Ποία μήτηρ ταῦτα ἂν ἕλοιτο εἰπεῖν, ὥστε τὰ αὐτῆς παριδεῖν; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ἀπορφανισθέντες γὰρ ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ. Καὶ ἐνταῦθα μὲν ὁ πατὴρ ὑβρισθεὶς ἔλυσε τὴν φιλίαν, ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ πρὸς τοὺς λιθάζοντας ἀπῄει εὐεργετήσων αὐτούς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἰσχυρὸν, ὡς ὁ τοῦ Πνεύματος δεσμός. Ὁ μὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόμενος, ἂν μὴ διηνεκῶς τοῦτο γίνηται, ἔσται ἐχθρός· ὁ ἀπὸ συνηθείας ἀδιάσπαστος ὢν, πάλιν τῆς συνηθείας διακοπείσης, ἔσβεσε τὴν φιλίαν. Ἡ γυνὴ πάλιν, ἂν μάχη γένηται, ἀφῆκε τὸν ἄνδρα, καὶ τὸν πόθον ἔλυσεν· ὁ υἱὸς, ἂν ἐπιπολὺ ζῶντα τὸν πατέρα ἴδοι, καὶ βαρύνεται. Ἐπὶ δὲ τοῦ πνεύματος τούτων οὐκ ἔστιν οὐδέν· οὐδενὶ γὰρ τούτων λύεται, ἐπεὶ μηδὲ ἐκ