1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

3

τοσοῦτον, ὥστε προαγγελθῆναι αὐτῷ καὶ τὴν περιουσίας ἀφαίρεσιν καὶ τὴν ὀφθαλμῶν πήρωσιν. τούτου δὲ ἐπὶ τοῖς προρρηθεῖσιν ὡς οὐ θυμήρεσιν ἐπασχάλλοντος, ὅμως τὰ συνήθη τῆς εὐχῆς ἀπολειψαμένου, τὰ τῆς ὑποχωρήσεως αὐτῷ παρευτρέπιστο. προσκομισαμένων δὲ τῶν ἐξυπηρετουμένων ἵππους αὐτῷ, τούτους ὁ μοναχὸς ἀπιδὼν μετὰ πλείστης ἐπείξεως ὑπονοστεῖν παραινεῖ τὸν Βαρδάνιον. τῷ δὲ μετὰ περιχαρίας ἀνακάμψαντι, ὡς προσδοκῶντι τῶν καταθυμίων αὐτῷ τι οἰωνισθῆναι, τοὐναντίον αὐτοῦ τῶν ἐλπίδων πάλιν φησὶν ὁ θεοπρόπος ἀνήρ· μηδέν σοι περὶ τοῦ σκαιωρήματος, ὃ τῇ σῇ διανοίᾳ καλῶς μὴ ἐνέσκηψε, πεφροντισμένον ἔστω. τῶν γὰρ σῶν, ὡς ἔφθην εἰπών σοι, ὀμμάτων καὶ τῆς ὑπάρξεως ὑποστήσῃ τὴν ἀλλοτρίωσιν· οἱ δὲ τοὺς ἵππους σοι πρὸς ὑπηρεσίαν ἐπικομίσαντες ἄνδρες, τούτων ὁ πρῶτος καὶ ὁ μετ' αὐτὸν διαδηματοφορήσει, καὶ ὁ τρίτος ἐπιτυχὼν ἀναρρήσεως ταχέως θανάτῳ καταστραφήσεται. ὁ οὖν Βαρδάνιος πρὸς ταῦτα χαλεπῶς ἀνοιμώξας τὰ τοῦ λογισμοῦ αὐτοῦ τῷ τε Λέοντι καὶ Μιχαὴλ καὶ Θωμᾷ, τοῖς ὑπὸ χεῖρα τούτῳ, μετὰ καί τινος ἐπὶ τοῦ μοναχοῦ ὑβριστικῆς προσοχθίσεως παρεδήλου, φάσκων τοιάδε· σὺ μέν, ὦ Λέων, βασιλεύσας, καὶ Θωμᾶ, ἀναρρηθεὶς παρὰ Μιχαὴλ φονευθήσεσθε, αὐτοῦ γε διαφυλαχθησομένου ἐν τῇ βασιλείᾳ πάντως ἀπήμονος. 1.7 Ἐντεῦθεν Βαρδάνιος κατὰ ψυχὴν χαλεπήνας καὶ εἰς τὸ ἐγκεχειρισμένον αὐτῷ θέμα ἐπανιὼν σὺν τοῖς ὑπ' αὐτῷ στρατοπέδοις καί τισιν ἄλλοις ὁμόφροσι τῆς ἀλαζονείας αὐτοῦ κατὰ τοῦ τηνικαῦτα Νικηφόρου βασιλέως ματαιοφρόνως ἐν Βιθυνίᾳ στρατοπεδεύεται. περὶ τούτων ὁ βασιλεὺς διακηκοὼς καὶ συνθεὶς στρατιὰν ἀξιόλογον αὐτῷ ἐπαφίησιν. ὁ δὲ τῇ ἐκστρατείᾳ καταπλαγείς, ὑποκλινὴς τῷ βασιλεῖ γίνεται ἐξαιτῶν ἐγγύην ἀφέσεως, καὶ δὴ ταύτης ἀξιοῦται ῥᾳδίως τῷ σταυρικῷ συμβόλῳ τὸ ἀσφαλὲς ἐνεγκάμενος, καὶ πειθαρχεῖ ἑαυτὸν κατακρίνων τῷ δράματι παραπεμφθῆναι ἐν νήσῳ τῇ Πρώτῃ εἰς τὸν παρ' αὐτοῦ ἐκεῖσε φιλοπονηθέντα ἀγρόν. οὔπω δὲ πολλοῦ χρόνου διεληλυθότος, τῶν ἐκ Λυκαονίας τινές, εἴτε ἀπαυθαδιαζόμενοι, εἴτε βασιλείῳ συνευδοκήσει, εἴτε καὶ αὐτῷ τῷ βασιλεῖ Νικηφόρῳ ἀρέσαι βουλόμενοι, τῷ Βαρδανίῳ αἰφνιδίως ἐπιτίθενται καὶ πηροῦσιν αὐτοῦ τοὺς ὀφθαλμούς, καὶ τῇ ἐκκλησίᾳ προσῄεσαν ἀξιοῦντες συγχώρησιν. 1.8 Ὁπηνίκα δὲ τὰ τῆς στάσεως παρὰ τοῦ Βαρδανίου ἐπεφυσίωτο, Λέων ὁ ἐξ Ἀρμενίων καὶ Ἀσσυρίων τῷ βασιλεῖ προσερρύη, εἶτα καὶ Μιχαὴλ ὁ ἐξ Ἀμορίου, ὧν ὁ μὲν τὴν τῶν φοιβεράτων, ὁ δὲ τὴν κόμητος κόρτης ἀρχὴν ἐγχειρίζεται· Θωμᾶς δὲ καὶ μέχρι κινδύνων τῷ ἰδίῳ δεσπότῃ ἀφοσιοῖ τὰ τῆς πίστεως. προϊόντος δέ τινος χρόνου Λέων χρηματίσας τῶν Ἀνατολικῶν ὑποστράτηγος κατὰ τῶν Ἰσμαηλιτῶν μεγάλως ἀνδραγαθίζεται καὶ πρὸς τοῦ βασιλέως Μιχαὴλ τοῦ μετὰ Σταυράκιον τιμᾶται τῷ τῶν πατρικίων μεγαλοπρεπεῖ ἀξιώματι. 1.9 Οὗτος δὲ Μιχαὴλ παιδίσκην ἐκέκτητο κατοικίδιον, καθ' ἣν πύθωνος πνεῦμα ἐπί τινας περιτροπὰς διενήργητο. ἥτις ὀξέως ἐν χώρῳ λιθίνῳ, ὃς Βουκολέων προσαγορεύεται, προσχωροῦσα διαπρυσίως φωνὴν ἐκεκράγει πρὸς βασιλέα· κάτελθε, κάτελθε, ὑποχώρει τῶν ἀλλοτρίων. τοῦ γοῦν τοιούτου προσφωνήματος πολλάκις ἐκλαληθέντος ὁ βασιλεὺς εἰκότως καταπλαγεὶς καὶ οὐκ ἔλαττον ὑποπτήξας, κοινολογεῖται περὶ τούτου Θεοδότῳ σπαθαροκανδιδάτῳ καὶ οἰκείῳ γνωστῷ, τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ πρὸς γένους Μελισσηνοῦ, οὗ τὸ εὔφημον Κασσιτηρᾶς διηκούετο, ὡς εἴπερ ἐγκάτοχον γένηται τὸ κοράσιον, ἔν τινι κατασχεῖν πάντως οἰκίᾳ καὶ διερευνᾶσθαι καὶ φράζειν τίνος αὕτη ὑπάρχει ἡ οἰκία καὶ τούτου ὁποῖον τὸ γνώριμον. τῆς δὲ ἀνακαλυψάσης τὴν ἐπιζητουμένην κλῆσιν καὶ χαρακτῆρα προτρέψασθαί γε αὐτῷ εὐκαίρως κατὰ τὴν ἀκρόπολιν ἀφῖχθαι, καθ' ἣν συγκυρῆσαι δύο ἄνδρας, ἐξ ὧν ἡμιόνου ὁ ἐπιβάτης τῷ βασιλικῷ θρόνῳ ὀχηματίσειεν. καὶ τὰ μὲν τῆς ἐξεστηκυίας τοιαῦτα, τὰ δὲ τῆς τοῦ βασιλέως ἀκριβείας κατὰ τὸ εἰκὸς ἐπεξεργαστικώτερα, οἷα περὶ τῆς αὐτοῦ βασιλείας ἐμμεριμνῶντος. ἀκριβολογηθεὶς γὰρ παρ' αὐτοῦ ὁ Θεόδοτος ἀπηνήνατο μὴ