1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

20

κεκλήρωνται, ἐφ' οἷς διεσπάρησαν. 3.7 Τοιούτου δὴ πέρατος τὰ τῶν Περσῶν ὅλως τετύχηκε μετὰ τὴν στασιῶτιν κακόνοιαν οὕτω διανεμηθέντων καὶ σχεδὸν εἰς ἀφανισμὸν χωρησάντων. τοῦ οὖν βασιλέως θανατηφόρῳ νόσῳ περιπεσόντος ὑπεσμύχετό τις σκοπός, ἐκ ματαίας διαβολῆς χαιρεκάκων, μετὰ τὴν τελευτὴν αὐτοῦ ἐπιθέσεως παρὰ Θεοφόβου συνάμα Πέρσαις κατὰ τῶν αὐτοῦ κληρονόμων καὶ τῶν κατ' ἐπιτροπείαν ἐκριπισθῆναι. διὰ τοῦτο καὶ πρὸς ταῖς ἐσχάταις ἤδη πύλαις τοῦ θανάτου παρεστηκὼς καθειργνύει κευθμῶσιν ἐκπέμψας τοῦ Βουκολέοντος τὸν Θεόφοβον, καὶ νυκτὶ τὴν διὰ κεφαλικῆς τιμωρίας περιτίθησιν αὐτῷ ὑπεξέλευσιν, ἆθλον ἀπανθρωπίας ἐντάφιον ὁ δείλαιος ἐνστησάμενος. διὰ τὸ οὖν λαθραίαν γεγονέναι τὴν αὐτοῦ τελευτὴν διαβεβόηται παρὰ Πέρσαις ἄχρι τῶν ὧδε χρόνων θανάτου μὴ γεύσασθαι τὸν Θεόφοβον. 3.8 Εἰ καὶ ἄλλως τινὲς διειλήφασιν, ὅτι τοῦ Θεοφίλου κατά τινα περιπέτειαν δυστυχήσαντος ἐν πολέμῳ, εἰρήκει αὐτὸν ὁ Θεόφοβος συνθέσθαι μόνον μετὰ Περσῶν νυκτοπόλεμον καὶ συμμαχίᾳ θεοῦ τῶν ἐχθρῶν καταδυναστεῦσαι. ὡς οὖν ἐπέπυστο περὶ τούτου ὁ βασιλεύς, ἐσείσθη τὸν λογισμὸν καὶ τῷ πνεύματι ἐτετάρακτο, ὀνειροπολῶν, μή τι νεωτερίσασθαι βούλοιτο· οὕτω γὰρ αὐτὸν φιλοβάσκανοί τινες ἀνεχαίτισαν καὶ πρὸς ὑπόνοιαν ἄλογον ἐξεκύλισαν, φάσκοντες μὴ πεισθῆναι τῷ Θεοφόβῳ ἐφ' ὧν λυσιτελῶς ἐβεβούλητο, καθοσιώσει δῆθεν ἐνείροντες. ὃς ζήλῳ θείῳ πυρποληθεὶς καθὼς Ἡλιοὺ ὁ Θεσβίτης, θεοφιλῶς τοῦ βασιλέως κατεμβριθεύεται καὶ ἄλλος Φινεὲς ζηλωτὴς ἀναδείκνυται, τέμνων ὡς σειρομάστῃ τῷ λόγῳ τὴν αὐτοῦ ἄδικον ὑπόληψιν, καὶ τοῦτό φησιν ἐμφανῶς, ὡς τὴν ὀφειλὴν ὑφέξειν τοῦ Χριστιανικοῦ τροπαίου, ἣν μὴ θεὸς συγχωρήσειεν. ἐπὶ τούτοις τοῦ βασιλέως ἀμετρίᾳ θυμοῦ χαλεπήναντος (ἦν γὰρ ὑποκεκινημένος ὀργίλῃ τῇ ζέσει, οἷα τὸν νοῦν ταῖς σωματικαῖς καχεξίαις ἐμπαθαινόμενος) καὶ τῶν συκοφαντῶν ἐς τὸ ἀληθὲς ἐποικοδομούντων παρὰ φύσιν ληρήματα καὶ πτόησις οὐκ ὀλίγη περιεστοίχησε τὸν Θεόφοβον. καὶ συλλέξας μεθ' ἑαυτοῦ τινας ἐκκρίτους ἀποδιδράσκει πρὸς Ἄμαστριν πόλιν κἀκεῖσε χρονοτριβεῖ. διὸ στέλλεται πρὸς αὐτὸν ναύμαχος στόλος πρὸς βασιλέως, ὡς ἄν γε τὴν πόλιν κἀκεῖνον κατάσχωσιν· αὐτὸς δὲ φιλόθεος ὢν κατὰ θεόφοβον τρόπον φιλευσεβῶς ἐδεδίει πρὸς Χριστιανῶν αἱματεκχυσίας χωρεῖν, ὅθεν ὑπείκει τῷ θεομισεῖ βασιλεῖ ἐγγύησιν σταυρικὴν ἐπιπέμποντι, καὶ δυστυχῶς ἀνακέκληται τῶν συμπεφωνημένων ἀλλοιωθέντων. τομῆς γὰρ ἔργον κεφαλικῆς, ὡς μέν τινες, παραυτίκα ὑπὸ Ὠορυφᾶ τηνικαῦτα τῆς βασιλικῆς βίγλης ἐπικρατοῦντος καθίσταται· ὡς δὲ ἄλλοι, καθ' ἣν ὥραν ἀποβεβιώκει ὁ ἄναξ, τινὶ τῶν οἰκείων εὐνούχων διὰ νυκτὸς τῷ ἐν τοῖς τοῦ Πελαγίου τόπῳ ἀπαγαγόντι τοῦτον ἀποτυμπανισθῆναι προήγγελτο. 3.9 Προσπεσόντων δὲ ἀλλήλοις τῶν στρατοπέδων ἄλλοτε καὶ τῶν ἐξ Ἰσμαὴλ ὑπερσχόντων, τοῦ βασιλέως τε παρ' αὐτῶν κυκλωθέντος, τὰ πρὸς κατάληψιν διηπείλητο, καὶ δὴ παρὰ μικρὸν ἦν δορυάλωτος καὶ πᾶσιν ἐπίχαρτος γενησόμενος, εἰ μὴ τοὺς σὺν αὐτῷ Μανουὴλ ὡσεὶ τοιοῦτον φήσας ἐθαρσαλέωσεν· ἀνέρες ἐστὲ φίλοι, καὶ ἄλκιμον ἦτορ ἕλεσθε, τὰς μελίσσας αἰδούμενοι, αἳ τοῦ βασιλέως αὐτῶν θανάτου ἕως ἀνέχονται. μεθ' ὧν τὴν φάλαγγα διατεμὼν τῶν Ἀγαρηνῶν, πεπαλαγμένος λύθρῳ πολλῷ τε καὶ αἵματι, τοῦτον ἐξείλκυσεν. τρὶς γὰρ τοῦτο διαπραξάμενος τῆς ἐμπερισχέσεως αὐτῷ προσελθὼν ἐξελύτρου· ἐσκοτοδινία γὰρ ἐφεστηκότι τῷ Μανουὴλ εἰς ἀνάρρυσιν, κἂν παρόδου εὐρείας ἐτύγχανεν. διὸ τοῦτο μέχρι τρίτου συμβέβηκεν, κἂν τάχα τῷ χαλινῷ τοῦ βασιλικοῦ ἵππου ἐπιδεθέντος ἱμάντος καὶ προσαναρτηθέντος τινί γε τοῦ Μανουήλ, ὃν καθ' ἵππον ἀμπίσχετο· ἀλλ' οὐχ οὕτως ἐξῄει, ἕως τὸ τέταρτον αὐτῷ προσιέναι καὶ ξίφει θανεῖν ἀποφήνασθαι, εἰ οὐ τούτῳ συνέψοιτο καὶ μὴ πανωλεθρίαν ἐκ τούτου διωθοῖτο, ἕως ἐξήγαγεν. τούτου σωτὴρ μέγας ἐπεμφανίζεται, καὶ τῇ βασιλίδι παλιμ πετὲς μετατίθεται, καὶ τοῦτον τιμαῖς καὶ προσηκούσαις δωρεαῖς ἐπαμείβεται, τὸν εὔνουν ἀποδεχόμενος. ἡ δὲ τοῦ φθόνου πρὸ