1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

28

κατηφιῶντες ἐπὶ τοῖς ἀνέδην ἐνωτισμένοις. οὓς ὁ ἀρχιερεὺς ἐπιδὼν καὶ τῆς κατὰ βάθος ἀνίας τῶν συνεληλυθότων εὐσεβῶν ἐπαισθόμενος, μηδαμῶς τε πρὸς ὀρθοδόξους ἑαυτὸν θέλων πέτρα σκανδάλου τίθεσθαι καὶ λίθος προσκόμματος, τὰ κρύφια αἴσχη ἀπογυμνοῖ ὁ αἰδέσιμος πάντων ἐπ' ὄψεσι, καὶ εὕρητο παρὰ τὸ εἰκὸς μαρασμῷ τῆς φύσεως ἐσκληκώς, <ἐξ> οὗ ματαίως εὐθύνετο, καὶ τὸ αἴτιον ἐρεῖν διανίστατο, ὅτι περ ἐν Ῥώμῃ διάγων, ἀποσταλεὶς πρὸς τὸν ἀρχιερέα ταύτης διὰ τὰς ἐπὶ Νικηφόρῳ τῷ πατριάρχῃ αἰτιαθείσας ἐπαγωγάς, πλεῖστα ἐπισινιάσαι με γαργαλισμοῖς τὸν σατανᾶν, ἱκανῶς τε περὶ τούτου Πέτρῳ τῷ ἀποστόλῳ ἐπεντυχεῖν, ἀλλοτριῶσαι τῆς ἐνσωματού σης κινήσεως. καὶ δὴ ἐμοῦ νύκτωρ ἐν τῷ ἀποστολείῳ εὐναζομένου, ἐπιστάντα τὸν κορυφαῖον δεξιᾷ τῇ χειρὶ τὰ αἰδοῖα καταπιέσαι καὶ ἐπιφθέγξασθαι, μὴ τοῦ λοιποῦ πτοεῖσθαι τὴν φιλήδονον ἔφεσιν, μήτε τὴν ἐκ ταύτης εἰς τὸ ἑξῆς ὑφορᾶσθαι ζωπύρησιν. ἐγὼ δὲ διϋπνισθεὶς μετὰ σφοδρᾶς ἀλγηδόνος περιῆλθον ἐν σαρκικῇ τοιαύτῃ, καθὼς ὁρᾶτε, νεκρότητι. τοιαῦτα τοῦ πατριάρχου ταπεινοφρόνως εἰπόντος πανάληθες, τῆς κατηφείας οἱ συμπαρόντες διΐσταντο. ἐξ ὧν Μανουὴλ πρὸς ἀνέτασιν τῆς γυναικὸς ἀγωνίζεται διασαφῆσαι τὸ ἀκριβές, τὸ ξίφος ἐπανατείνων καὶ παρὰ τίνος ὑποβεβλῆσθαι αὐτὴν ἀνετάζων. ἡ δὲ τοῖς κατ' ἀπειλὴν λόγοις ἔκ <τε> τῆς ξιφήρους ἐκτάσεως τὴν ἀλήθειαν παρεδήλου περὶ τῶν πρὸς τοῦτο συσκευασθέντων καὶ <τῶν> ποσὸν ὅσον χρήματος καταβαλομένων καὶ τὸ εἴς τι ἀγγείδιον τοῦτο εἶναι ἀπόθετον καὶ ὑποκεκρύφθαι κατά τι κιβώτιον σίτου ὑπάρχον κατάπλεον. καὶ καθὼς ἀνωμολόγητο ταύτῃ, οὕτως τὰ τῆς εὑρέσεως ἐμφανῶς ἐγνωρίζετο, καὶ οἱ αἱρετικοὶ τηνικαῦτα ἄχλυσιν αἰσχύνης ἠμαύρωντο· οἷς ὁ θεοφιλὴς πατριάρχης τῶν εἰς αὐτὸν ἐπταισμένων παρέσχε συμπάθειαν, τοῦ οζʹ συγχωροῦντος Χριστοῦ τῷ νόμῳ πειθόμενος. διὸ καὶ παρὰ τῶν ἐπιστατούντων τοῦ τοιούτου ἐλέγχου κατὰ τῶν ἐλεγχθέντων ἔκτοτε διώρισται αὐτοῖς πρὸς ἀντέκτισιν, κἂν ὠφελείας ἀντεχομένην, ὅπως κατὰ τὸ τῆς ὀρθοδοξοποιοῦ ἡμέρας γενέθλιον ἀπὸ τοῦ ἐν Βλαχέρναις τῆς Θεοτόκου τιμωμένου ναοῦ τῆς λιτανείας μετὰ λαμπάδων προάγοιεν. καὶ τὸ τοιοῦτον ἰδίωμα χρόνῳ πολλῷ μέχρι <τῆς αὐτῶν ζωῆς> διήρκεσεν, διακαρτερούντων δῆλον ὅτι τῶν ἀλλοδόξων ἐν τῇ κατὰ τὸν μέγαν ναὸν ἐπισυναγωγῇ καὶ τὸν ἴδιον ἀναθεματισμὸν διενηχουμένων ἐπὶ θριάμβῳ τῆς παντομισοῦς αὐτῶν ἀποστάσεως. 4.6 Κατ' ἐκεῖνο δὲ καιροῦ ἡ τῶν Ζηλίκων αἵρεσις ἀνεφάνη σὺν τῷ ἀρχηγῷ αὐτῶν Ζήλικι, ὄντι τῶν βασιλικῶν ἐν πρώτοις ὑπογραφέων· ὃς ἐν εὐσήμῳ ἡμέρᾳ καὶ βασιλείῳ προόδῳ ἐν τῇ μεγίστῃ ἐκκλησίᾳ θεοῦ τὰ τῆς αἱρέσεως κατάδηλα τεκτηνάμενος μετὰ τῶν ὁμοφρόνων ἐμφωτίοις ἐσθῆσιν ἠμφίαστο, χρισθεὶς τῷ μύρῳ τῆς τελειότητος. 4.7 Ἐν δὲ τῷ μεταξὺ χρόνῳ καλῶς τὰ τῆς πολιτείας ἐκεκυβέρνητο παρά τε βασιλέως Μιχαὴλ <καὶ> Θεοδώρας τῆς τούτου μητρός, μεσιτευόντων τῶν προδηλωθέντων ἀνδρῶν. ὁ δὲ ἀρχηγὸς Βουλγαρίας, οἷς τὸ γένος ἐξ Ἀβάρων τε καὶ Χαζάρων, ἀπὸ Βουλγάρου κυρίου ὄνομα, ὃς παρὰ Ῥωμαίων ἐν κατοικήσει ∆ορυστόλου καὶ τῆς Μυσίας γεγένητο, ἐπαχθῆ προΐησι ῥήματα ἐπιδρομὴν Ῥωμαίοις ἐπαπειλῶν. ἡ δὲ βασίλισσα τούτῳ ἀνδρειοφρόνως μετὰ τοῦ ἑαυτῆς στρατοπέδου ἄχρι Βουλγαρικῆς γῆς αὖθις ἐπαναστεύειν ἐμεγαλαύχησεν· καὶ εἰ μὲν γυναῖκα ἡττήσειας, οὐδέν σοι τὸ νῖκος πρὸς καύχημα· εἰ δὲ καὶ ὑπὸ ταύτης ἐκνικηθείης, πᾶσιν τὸ σὸν ἥττημα καταγέλαστον. ταῦτα ὁ Σκύθης συνεὶς ἠρεμεῖν κατὰ τὴν ἰδίαν χώραν διέγνωκεν. 4.8 Οὐ πολὺς δὲ χρόνος προεβεβήκει, καὶ ἡ τῶν λεχθέντων ἀνδρῶν πρὸς ἀλλήλους ὁμόνοια διαφθείρεται, καὶ ἐξάπτεταί τις ἔρις χαιρέκακος παρὰ Θεοκτίστου πρὸς Μανουήλ, εἰς ἀποικίαν αὐτὸν διωθήσασα. τῷ παλατίῳ γὰρ μετ' αὐτοῦ γε συνῴκιστο, καὶ ἄμφω τὰ τοῦ κοινοῦ διεπραγματεύοντο· καὶ καθοσίωσιν ὑποσμύχουσαν διεσυκοφάντει, ἀλλ' ἐν παραβύστῳ τῇ περισκέψει· ἧς ἐντέχνως καταστοχασάμενος ὁ Μανουὴλ οἴκαδε χωρεῖν καθ' ἑαυτὸν τίθεται, κἀκεῖθεν τοῖς βασιλείοις ἐπιδημεῖν καὶ συμπράττειν τὰ