1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

7

σιωπὴν ἄγειν, ἐξ ἀναγκαίου τῶν κατὰ βασιλέως ἄγαν εὐλαβουμένῳ. ἀλλὰ ταῦτα μὲν οὐδὲν αὐτῷ πρὸς καταρτισμὸν διενήργητο, ἐξ ἀπαιδευσίας ἀκρατῶς φερομένῳ· ἐπεὶ δὲ ἅπαξ καὶ δὶς καὶ πολλάκις περὶ αὐτῶν ἐδηλοῦτο τῷ βασιλεῖ, αὐτὸς δὲ δυσίατος ἢ ἀνίατος εὕρητο, διὰ χειρογράφου κατεγγυᾶται τὸν Ἐξαβούλιον ὡς μηδὲν αὐτοῦ τὸ παράπαν τοῦ λοιποῦ διαπαρασιωπῆσαι τῶν ληρημάτων, ἀλλὰ πάντα προὖπτα θέσθαι ἑαυτῷ. ὡς δ' οὐκ ἐνεδίδου γλωσσηματίζων ὁ ἀλαζών, αὐτίκα τοῦτον κατάδηλον τίθησι βασιλεῖ τῆς αὐτῆς ἀναιδείας μεταποιούμενον. καὶ δὴ ῥητῇ ἡμέρᾳ τῶν πρὸ τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως, εἰς τοὐμφανὲς τῶν κατ' αὐτοῦ κινουμένων οἱ ἔλεγχοι παρεισέθεον, περὶ τὸν τῶν ἀσηκρητείων χῶρον τοῦ βασιλέως τὰ ἐπὶ τούτῳ κατὰ δοκιμασίαν πολλὴν ἀνετάζοντος. οὐκοῦν ἐλέγχεται Μιχαὴλ τυραννίδα, κατατίθεται φανερῶς ἐναργείᾳ τῶν κατηγόρων νυττόμενος, καί τισι τῶν ὑπασπιστῶν ὁ βασιλεὺς ἐγκελεύεται αὐτὸν ταῖν χεροῖν λαβέσθαι καὶ ἀπαγαγεῖν εἰς τὸ τοῦ παλατίου λουτρόν, †πιθήκιόν† τε δεσμῆσαι ἐνεῖραί τε πρὸς κοντὸν καὶ τῷ καμινιαίῳ πυρὶ παρατιθέναι ἀνάλωμα. 1.18 Τοῦ δὲ βασιλικοῦ διατάγματος οὕτω προβιβασθέντος, θεάσασθαι τὸ τελεσθησόμενον προτεθύμητο βασιλεύς. συνηντήκει δὲ αὐτῷ ἡ αὐγούστα Θεοδοσία ἀσύμβουλος, τὸ τοῦ Ἀρσαβὴρ πατρικίου καὶ κοιαίστωρος θυγάτριον, τοῦ βασιλέως κατηγορῆσον μιαιφονίαν καὶ βαρβαρότητα, καὶ μηδ' ὅλως τὸ τοῦ θεοῦ δέος τοῦτον ἔχειν ἐγκάρδιον, καὶ κατὰ μηδὲν ἠρυθριακότα ἡμέραν τὴν ἑορτάσιμον, καθ' ἣν κεχραμμένον τὰς χεῖρας ᾑρῆσθαι τὴν θείαν κοινωνίαν εἰσδέξασθαι, συμβουλευσόμενόν τε τὸν Μιχαὴλ τηρηθῆναι κατάκλειστον, εἶθ' οὕτως τὰ κατ' αὐτὸν πλείονος τυχεῖν ἀνετάσεως καὶ τοὺς κεκοινωνηκότας αὐτῷ τοῦ συνθήματος, καὶ τηνικαῦτα τιμωρίαις ὑπάγεσθαι. τῶν οὖν τοιούτων λόγων ἐπῃσθημένος ὁ βασιλεὺς προσέταξε τὸν ὑπεύθυνον ἐλευθεριάσαι τῆς αὐθώρου ὑπεξελεύσεως, καὶ τοιαῦτα τῇ γαμετῇ προσφωνεῖ· ὦ γύναι, τὴν μὲν ἐμὴν ψυχὴν τῆς ἐκεῖθεν σήμερον δίκης ἀπήλλαξας, καὶ τῆς ζωῆς με συντόμως ἴσως στερήσεις· σὺ δὲ καὶ τὰ τέκνα ἠμῶν θεάσεσθε τὸ ἀποβησόμενον. καὶ ἐν τούτῳ τὸ μέλλον ἀπεφοίβασεν. ἦν γὰρ αὐτῷ ἔκ τινος συμβολικῆς βίβλου ὁ ἀναιρέσιμος χρόνος μεμυημένος, αἰνιγματιζούσης μεταξὺ τοῦ τε χ καὶ φ τῶν στοιχείων τὴν κατακλεῖδα λέοντος θηρὸς ξίφει διαπερονηθεῖσαν, ἤτοι <μεταξὺ> Χριστοῦ τῆς γεννήσεως καὶ τῶν Φώτων αὐτὸν ἀναι ρεθῆναι τὸν θηριότροπον Λέοντα· οὐ μὴν ἀλλὰ καὶ κλῆσις τοῦ ἀναιρήσοντος ἐκ θεοπέμπτου ὀνείρατος (ἑωράκει γοῦν πρὸ μικροῦ τὸν πατριάρχην Ταράσιον δυσφημοῦντα μετὰ παρρησίας τῆς κακίας αὐτοῦ τὰ ἐπίχειρα, πρός τινά τε Μιχαὴλ αὐστηρῶς παρακελευόμενον ἀναλῶσαι αὐτόν, ὃς τῷ προστάττοντι εὐπειθήσας γε ἔπληξεν ἡμιθανῆ τε κρημνίσας κατέλιπεν. ἔξυπνος δὴ γεγονὼς καὶ πολλῷ συσχεθεὶς δείματι τὸ ὁραθὲν τῇ ἰδίᾳ γαμετῇ παρεδήλωσεν), ὡσαύτως δὲ καὶ ἐκ τοῦ ῥηθέντος αὐτῷ διὰ τοῦ πατρικίου Βαρδανίου παρὰ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, ἔκ τε τῆς μεταμφιάσεως καὶ ἐπιβάσεως τῶν ἐσθήτων. ὅμως μετακαλεσάμενος τὸν παπίαν, τοῦτον ἀσφαλῶς τηρεῖν πρός τι οἴκημα τῶν τὸ παλάτιον σαρούντων ἐκδέδωκεν, σιδηροπέδαις ἀσφαλισάμενος, ὧν τὴν κλεῖδα ἐν τῷ ὑπενδύτῃ αὐτοῦ ἀπόθετον διεφρούρει, τῶν ἄλλων μηδενὶ ταύτην πεπιστευκώς. 1.19 Περὶ γοῦν νυκτερινὴν γʹ ὥραν ἀπαναστὰς τοῦ κοιτῶνος ὁ βασιλεὺς τὰς ἀπαγούσας πρὸς τὴν τοῦ παπίου σκηνὴν πάσας θύρας εὐσθενῶς κατηδάφισεν· ἦν γὰρ εὐσθενὴς πάνυ καὶ θρασυκάρδιος. καὶ εἰσιών γε καταλαμβάνει τὸν Μιχαὴλ εἰς τὴν τοῦ παπίου κλίνην καθεύδοντα, χαμαὶ δὲ τὸν παπίαν παρευναζόμενον. καὶ περὶ τὸν Μιχαὴλ κύψας παλάμῃ τὰ στήθη αὐτοῦ διηκρίβαζεν, ὁποίαν ἀφίησι ῥοπήν, μεριμνητικὴν ἢ ἀμέριμνον. ὡς δὲ τοῦτον τῆς ἁφῆς μὴ ἐπῃσθημένον συνέγνω, πάνυ ἐτεθαυμάκει ἐπὶ τῇ ἀφρόντιδι αὐτοῦ ἀφυπνώσει, διανεύων τὴν ἑαυτοῦ κεφαλὴν καὶ χαλεπὰ τεκμαιρόμενος, καὶ διεξιὼν μεγάλως τῇ χειρὶ κατὰ τοῦ παπίου τὸν θυμὸν συμβολαιωσάμενος ἀμφοτέροις τὴν