1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

43

σφαιρισμὸν ἀχθοφορίαν τε καὶ πρὸς ἅλματα γενναιότησι πάνυ περιδέξιος ἦν ὁ ἄναξ Βασίλειος, ὥστε κατὰ κυνηγεσίαν μὲν καθυπερτερεῖν τῶν Κενταύρων, κατὰ δὲ σφαιρισμὸν Ἀλκινόου τοῦ βασιλέως ὑπερβάλλειν τοὺς σφαιριστάς, κατὰ πάλην Ἀρισταίου καὶ Αἰακοῦ ἀλκιμώτερος καὶ αὐτοῦ Ἡρακλέους ἐφάμιλλος, ὑπεραναβεβηκέναι δὲ τοῖς πηδήμασιν Ἀχιλλέως, κατά τε <τὸ> φέρειν ἄχθη ῥᾳδίως χερσὶ πολλῷ διενηνοχέναι τοῦ Ἕκτορος, ὡς καὶ ἐπ' αὐτῷ, καὶ δίχα τοῦ ἀγκυλομήτου ∆ιὸς ἐν τῇ ἄρσει τὸ ἄχθος κουφίζοντος, τὸ ποιητικὸν ἔπος προσαρμοσθήσεται· τὸ δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν, οἷοι νῦν βροτοί εἰσ'· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος· ἐν δὲ τῷ δισκεύειν Ἁλιμήδου καὶ Ὀδυσσέως ὑπέρτερος, Ἐρεχθέως δὲ καὶ Κέλμητος καθ' ἱππασίαν τεχνημονέστερος, Εὐρυμέδοντός τε καὶ Ἄλκμονος κατὰ πυγμαχίαν στερρότερος, περί τε δρόμον Ἀριστομέδοντος ∆ικταίου τε καὶ Πριάσου ὠκύτερος, καὶ ἐν τῷ τοξάζεσθαι Ὑμεναίου καὶ Ἀστερίου πολλῷ εὐστοχώτερος. ἐξ ὧν ὀλίγιστα διαγράψομαι. 4.40 Τῷ βασιλεῖ ποτε περὶ θήραν ἐνδιατρίβοντι ἐξ ὕλης τις παμμεγέθης ἔλαφος εἰς μέσον πεφοίτηκεν, οὗ τῶν ὀπισθίων ποδῶν ἐπαφεὶς κορύνην ὁ βασιλεὺς καὶ κατευτυχήσας τούτους διέθλασεν. τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ λύκῳ κατεπεπράχει. σφαιριζόντων δὲ κατὰ τὸ πρὸς τὰ βασίλεια μέσαυλον ἢ κατὰ χῶρον ἵππων ἁμιλλητήριον, οὐδέποτε τῆς σφαίρας ἀποτετύχει, καίτοι πολλῶν διαμιλλωμένων καὶ ἐπεμβαινόντων τῇ παιδιᾷ· καὶ τοσοῦτον ἐπιτυχῶς καὶ γενναίως τὰ τῆς σφαίρας αὐτῷ <προὐχώρει>, ὥστε πολλάκις τυπτήσαντι ταύτην ἀπ' ἄκρας αὐλῶνος διαβιβασθῆναι ἔξω κατὰ πολύ γε τοῦ τέρματος, ὡς μὴ ταύτην ὁρᾶσθαι τὸ σύνολον. ἐμεγαληγορεῖτο δὲ καὶ τῷ ἀρχηγῷ Βουλγάρων παλαιστρικός, ὃς κατὰ παλαίστραν ἐκέκτητο τὸ ἀήττητον· τοῦτον πρὸς τὴν βασιλίδα θαρρούντως ἐκπέπομφε πειρασθῆναι δυναστεύοντος. ἐπὶ τούτῳ δυσφόρως εἶχεν ὁ βασιλεύς, ἀλλὰ τὴν δυσφορίαν εἰς τὸ εὔφορον μετερρύθμησεν, ἑαυτὸν καθεὶς τῇ παλαίστρᾳ, πλὴν μετὰ προσηκούσης τῆς ἐπικρύψεως· μετασχηματισθεὶς γὰρ τῶν βασιλικῶν ἐσθήτων τῷ παλαίοντι πρόσεισι. καὶ ὁ μὲν Σκύθης τὸν Μακεδόνα μετεωρίσαι μὴ ἐνδεδωκότα τῇ ἄρσει διήμαρτεν· ὁ δὲ τοῦτον χερσὶ γενναίαις ἑτοίμως διάρας σφοδρῶς τε περιδινήσας ἐπαγκυλίζεται καὶ κατὰ γῆν πτῶμα ῥίπτει παμμέγεθες, ὥστε πλείστοις μὲν ὕδασι, δαψιλέσι δὲ οἴνοις, πρὸς δὲ καὶ ταῖς ἐκ ῥόδων σταγόσιν ἐγκατομβρούμενον μόλις που τῆς νεκρώσεως ἀπηλλάχθαι, ὤτων τε καὶ ῥινῶν ἐκβλύσαντος αἵματος· ὡς ἐνθένδε κατὰ πολὺ θαυμάσαι τοὺς παρόντας τὸ γεγονός, ὃ καὶ μέχρι τοῦ νῦν ἐκτεθρύλληται. 4.41 Ἐν οἰκτιρμοῖς δὲ πενήτων πλούσιος ἦν ἐπιχορηγῶν πλουσίως τὸν ἔλεον, νοσοκομείων, γηροκομείων τε καὶ πτωχοτροφείων πολυειδῶν ἐγκαινίσμασιν. οὐ μὴν δὲ τούτοις μόνοις ἐνέμενεν, ἀλλὰ καὶ θείους ναοὺς σαθρωθέντας τῇ παλαιότητι πρὸς νεότητος μετηλλοιώκει στερρότητα, ἐπιθεὶς κοσμιότητα. ὥστε οὐ μόνον τῶν κατὰ σῶμα τῆς ἐπιμελείας διὰ φροντίδος ἔχειν αὐτόν, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐπισπεύδειν. καὶ γὰρ οὐχ ἡγεῖτο συμφέρον κατὰ τὴν ἀγορὰν, ἣ φόρος προσαγορεύεται Κωνσταντίνου, περιϊόντος λαοῦ, σύρμασιν ὕλης τοῦτον ὅλως ἐνίσχεσθαι καὶ τῶν περὶ θεοῦ ἐκλελῆσθαι· διὸ καὶ ναὸν ἐν ταύτῃ προσπήγνυσιν, ἐφ' ᾧπερ ἡ θεομήτωρ δημοσίᾳ τετίμηται, μετρίῳ μεγέθει καὶ ἀμέτρῳ κάλλει διηυγασμένον. 4.42 Τοιοῦτος ὁ μεγαλουργὸς ἄναξ Βασίλειος, καὶ τοσαῦτα τὰ ἐκείνου μεγαλουργήματα. ἀλλὰ προκατασχεθεὶς τηκεδόνι τῇ ἐκ διαρροίας γαστρός, κατ' ἄγραν ἔκ τινος περιπτώσεως, ἔπειτα πυρετοῦ καυσώδους ἀναφλεγέντος αὐτῷ ἀνικμοῦντος ζωτικὴν πᾶσαν ὑγρότητα τῶν πρὸς φύσιν ἐνόντων, διαπεφώνηκεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἕν, αὐτοκράτωρ δὲ βιοὺς ιθʹ ἔτεσιν.