1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

13

πολὺ δὲ καὶ αὐτὸς σὺν πʹ χιλιάσιν ἐφίσταται τῇ πόλει, ἐπὶ δὲ τῷ προτέρως ποιηθέντι υἱῷ καὶ ἕτερον ἀναδείκνυσιν, Ἀναστάσιον ὄνομα, πάλαι μὲν εἰς τοὺς καλουμένους τελέσαντα μοναχούς, εἰς κοσμικῶν δὲ τρόπων φαυλότητι τάξιν ἐληλυθότα, αἰσχρὸν τὸ εἶδος, ὥστε δοκεῖν ἐξ οἰνοποσίας ἰνδογενὴς εἶναι, μοχθηρότερον τῇ ψυχῇ ὑπὸ ἐμπληξίας ἐσχάτης. μετὰ τούτου οὖν καὶ παντὸς τοῦ στρατοῦ προσβάλλει τῇ πόλει, ἅμα τῷ φανῆναι οἰόμενος ἀνοιγῆναι τὰς πύλας αὐτῷ. ἐπεὶ δὲ τῆς ἐλπίδος διαμαρτάνει, τῶν πολιτῶν μεθ' ὕβρεων ἀποπεμψάντων αὐτόν, σκηνοῦται κατὰ <τὸν> τῶν σεβασμίων Ἀναργύρων νεών, καὶ πάντας ἔσχεν ὑπηκόους τοὺς κατὰ τὸν Θρᾴκιον οἰκοῦντας Βοόσπορον. εἶτα πόλεμον μετὰ τῆς πόλεως συγκροτεῖ τοξεύμασιν ἀφάτοις καὶ τοῖς ἐκ τῶν πετροβόλων λίθοις ὀργάνων, μάλα δὴ κατὰ μέρος τῶν Βλαχερνῶν ἐλπίζων ταύτην ἑλεῖν. ὅθεν δὴ καὶ ὁ βασιλεὺς Μιχαὴλ ἀναβὰς ἐπὶ τῆς ὀροφῆς τοῦ τῆς Θεοτόκου ναοῦ τὸ πολεμικὸν σημεῖον πήγνυσι, κελεύει δὲ καὶ Θεόφιλον τὸν υἱὸν λαβεῖν γε τὸ νικοποιὸν τοῦ σταυροῦ ξύλον καὶ τὴν σεβαστὴν ἐσθῆτα τῆς θεομήτορος, καὶ περιελθεῖν τὸν τοῦ Βυζαντίου τείχους περίβολον μετὰ λιτανείας, συνάμα τῷ ἱερῷ κλήρῳ καὶ τοῖς ἄλλοις πολίταις, τῆς θείας ἐπικουρίας δεόμενον. παρατάττεται δὴ παντοίῳ πολέμου εἴδει ὁ ἀποστάτης καὶ μηχαναῖς· ἀλλ' ἐξ ὑπερδεξίου οἱ τοῦ βασιλέως ταῖς τε βολαῖς καὶ τοῖς ἀντιμηχανήμασι κεχρημένοι διωθοῦνται τοὺς ἐναντίους, ὥστε καὶ κλίμακας καὶ χελώνας κριούς τε καὶ πᾶν εἴ τι τοιοῦτον ὄργανον λιπόντας ὑπὸ τὰς ἰδίας διαδρᾶναι σκηνάς. ἀλλὰ καὶ ὁ ναυτικὸς τοῦ ἀποστάτου στρατὸς καὶ αὐτὸς τῷ ὑγρῷ κεχρημένος πυρί, κυκλοῖ τὴν πόλιν τούτῳ τε καὶ τοξεύμασιν ἀριθμοῦ πλείοσιν, πρὸς δὲ καὶ τετρασκελέσιν ἑλεπόλεσι καλουμέναις, πνεύσαντι <δὲ> ἐναντίῳ πνεύματι ἀποκρούεται, ἅτε δὴ καὶ χειμερίου τῆς ὥρας οὔσης. 2.6 Ἤδη δὲ τοῦ ἡλίου ταῖς ἀρκτῴοις οἰκήσεσιν ἐπιθέοντος διά τε τοῦ πεζικοῦ καὶ τοῦ ναυτικοῦ στρατοῦ προσβάλλει τῇ πόλει κατ' ἐκεῖνο μάλα τὸ μέρος, ὃ δὴ Κέρας τὸ σχῆμα καλεῖται, τετρασκελεῖς ἑλεπόλεις κατασκευάσας καὶ ἐκ τῶν πεμπομένων δι' αὐτῶν ἀπὸ τῶν νεῶν λίθων κατασείειν τὸ τεῖχος οἰόμενος. ὁ δέ γε βασιλεύς τισι τῶν ἐναντίων διὰ τοῦ τείχους εἰς λόγους ἦλθεν ἀμνηστίαν τῶν εἰργασμένων αὐτοῖς ἕξειν, εἰ μεταμεληθεῖεν, παρεγγυῶν· οὐ πείθει δὲ τούτους, ἀλλὰ στρατόν τινα καθοπλίσας ὀλίγιστον, ἀθρόον τῆς πόλεως ἔξεισι καὶ τοὺς ὑπαντήσαντας αὐτῷ κατὰ κράτος νικᾷ, καὶ κατὰ θάλατταν δὲ τοσοῦτον ὥστε τὰ πλοῖα πρὸς γῆν διοκείλαντας συνδεδεμένα πρὸς τοὺς ἐκ τῆς χέρσου μαχομένους ἀναφυγεῖν καὶ τὸν ἐκ θαλάττης ἀπαγορεύσασθαι πόλεμον, ἑκόντας τε πολλοὺς τῶν πολεμίων προσχωρῆσαι τῷ βασιλεῖ. ἐν οἷς καὶ Γρηγόριος, συνελκύσας ἑαυτῷ καί τινα μοῖραν βραχεῖαν στρατοῦ καὶ κατὰ νύκτα τινὰ λαβόμενος εὐκαιρίας, φεύγει πρὸς τὴν Θρᾴκην καὶ κατὰ νώτου γίνεται τοῦ τυράννου. ἀλλ' ὅ γε στασιάρχης ἅμα <τῷ> τοῦτο μαθεῖν στρατεύει κατὰ Γρηγορίου, καὶ τοῦτον καταλαβὼν ἀναιρεῖ, καὶ πάλιν εἰς τὴν πόλιν ἐλθὼν τῆς ἐξ ἀρχῆς ἔχεται προσεδρείας, γράμμασί τε πεπλασμένοις, ὡς κατά τε γῆν καὶ θάλασσαν εἴη νενικηκώς, τῷ κατά τε τὴν Ἑλλάδα καὶ τὰς νήσους ἁπάσας ναυτικῷ ἐξαπατήσας ἀναχθῆναι κελεύει καὶ τῷ βασιλεῖ διαμάχεσθαι. καὶ δῆτα πλοῖα σιταγωγὰ τοῖς πολεμιστηρίοις προσκαθοπλίσαντες πανθυμαδὸν ἀναπλέουσιν, προσορμίζονταί τε τῇ τῶν καλουμένων Βυρίδων ἀκτῇ, τῶν προτέρων οὐκ ἐλάττους οὖσαι τὸ πλῆθος· καὶ γὰρ εἰς νʹ καὶ τʹ ὁ τούτων ηὔξητο ἀριθμός. ἔμελλε δὲ ἄρα ἔκ τε νοτίου μέρους καὶ βορείου τῆς πόλεως αὐτῇ προσβαλεῖν ταῖς ναυσίν. βασιλεὺς δὲ προφθάσας ἀποστέλλει πυρφόρους ναῦς, αἳ δὴ ταῖς τῶν ἐναντίων ναυσὶ κατὰ τὸν εἰρημένον ἐπιθέμεναι χῶρον, ἃς μὲν ὁλοκαυτοῦσιν αὐτῶν, ἃς δὲ σκεδαννύουσιν, τὰς πλείους δὲ τούτων αὐτῶν συλλαμβάνουσιν ἀνδράσιν αὐτοῖς καὶ τῷ βασιλεῖ προσάγουσιν. 2.7 Ἀκηκοὼς δὲ Μορτάγων ὁ κύριος Βουλγαρίας ὅσα τε καὶ οἷα κατὰ τὴν βασιλίδα πόλιν συνηνέχθη γενέσθαι, διαπρεσβεύεται πρὸς βασιλέα καὶ συμμαχεῖν αἰτεῖται αὐτῷ· αἱ