1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

22

οἷα καὶ ὅσα συγκεκύρηκεν ἀνιαρὰ δυστυχήματα; πάντες ἀρχηγοὶ λαῶν ἄρδην αἰχμάλωτοι πρὸς Συρίαν ἀπήγοντο, μεθ' ὧν πατρίκιοί τε καὶ οἱ διαφόροις ἐν ἀξιώμασι καὶ αὐτοὶ τὴν ἴσην δυστυχίαν διεκαρτέρουν· τινὲς δὲ ἐξ αὐτῶν τῆς διὰ ξιφῶν τομῆς ὑπῆρξαν ἐγχείρημα καὶ πτῶμα θρήνων ἐπάξιον. 3.12 Ἀλλὰ τί τὰ τῆς πόλεώς μοι ἐκτραγῳδεῖν, ὡς ἄλλῳ τινὶ Ἱερεμίᾳ καὶ Βαροὺχ καὶ Ζαχαρίᾳ τὰ τῆς Ἱερουσαλήμ, ἡ προαίρεσις ἐγκελεύεται; ἵνα μὴ ἐπὶ πλεῖστον ἡ συμφορὰ μεγεθύνηται. καὶ περὶ αὐτῶν αὗθις ἀφίησι πρέσβεις ὁ βασιλεὺς πρὸς ἀμεραμνουνῆ, ἀναδοῦναι πάντας αὐτῷ αἰχμαλώτους τῆς πόλεως, ὧν ἀπογυμνῶσαι αὐτὴν πολλῶν βουλευομένων ἠπείθησεν, καὶ μάλιστα τοὺς πρὸς γένος αὐτῷ πλησιάζοντας ὑποστρατήγους αὐτοῦ, οἷς ἐπωχύρωτο, καὶ τοὺς ἐπὶ συμμαχίαν προσπεφοιτηκότας, καὶ μὴν τοὺς ἐπὶ τὴν θεραπείαν αὐτοῦ μεγιστᾶνας, ἐπὶ κεντηναρίοις διακοσίοις σὺν μιᾷ ἑκατοντάδι νομισμάτων πραγματευόμενος τὴν ἀνάρρυσιν· ἀλλ' οὐκ ἔπεισεν εἰπόντα κεντηνάρια χίλια παρὰ μικρὸν λόγῳ τοῦ συνειλεγμένου λαοῦ ἐν ἐξόδου μοίρᾳ καταναλῶσαι. 3.13 Λέγεται δὲ καὶ ὧδέ πως παρά τισιν, ὅτι μετὰ τὸ ἐκστρατεῦσαι Θεόφιλον σὺν Πέρσαις καὶ τὴν κατ' Ἀγαρηνῶν νίκην ἐργάσασθαι καὶ αὖθις ἐξιέναι μετὰ Περσῶν καὶ Σωζόπετραν πόλιν τὴν μαιευσαμένην τὸν ἀμεραμνουνῆ ἐκπορθῆσαι, ὡς ἐντεῦθεν κεχολῶσθαι τοῦτον συμβέβηκεν. διὸ στρατιὰν ἐξ Αἰγύπτου καὶ Παλαιστίνης συλλεξάμενος διάφορον, καὶ πρὸς τὸ Ταρσοῦ τῆς Κίλικος, ἥτις ὠνόμασται τῇ πτώσει Βελλεροφόντου ἐκεῖσε φοιτήσαντος καὶ κατὰ τὸν ταρσὸν πεπονθότος· ἢ Τερσὸς ἀπὸ τοῦ Ταῦρον τὸ ὄρος Τερσίαν κεκλῆσθαι τὸ πρίν, διὰ τὸ πρῶτον ἀνικμωθῆναι αὐτὸ κατακλυσμῷ ἐξυδατωθείσης γῆς· τέρσαι γὰρ τὸ ἀναξηράνθαι λέγεται. ὑπάρχει δὲ αὕτη παράδυτος, τῷ ἐμφανῆ εἶναι τὸν Ταῦρον καὶ τούτου τοῖς γηλόφοις εἴργεσθαι, ταύτης δὲ διὰ μέσου Κύδνον τὸν ποταμὸν ὁδεύοντα εὔφορον χρηματίζειν τὴν χώραν. καὶ μὴν ὑπὸ Ἐριχθονίου κτίσεως ἐτετεύχει, κατεσχέθη δὲ παρὰ Ὀρσάνου ἑνὸς τῶν Τιτάνων καὶ ἐπικτίσεως εἴληχεν. ἦν δὲ πάλαι Κύδνῳ τῷ ποταμῷ νῆσος, ἥτις ὑπ' αὐτοῦ περικλυζομένη εἰς τὴν νῦν θέσιν ἐλήλυθεν. εἶτα παρὰ Σεμιράμεως ἐπισκευῆς καὶ οἰκισμοῦ μείζονος εὐτύχησεν, αὐτῆς τε εἰκόνα ἐκεῖσέ φασιν ἀφωσιῶσθαι τῷ Ἡρακλεῖ, παρισταμένην Νίνῳ τῷ ταύτης ἀνδρί· μετὰ δὲ τοῦτο ἐρειπωθεῖσα ταῖς μετοικήσεσιν παρὰ Σαρδαναπάλου ἐκ βάθρων σὺν Ἀγχιάλῃ ἀνέκτισται, ἐφ' αἷς ἐπιγέγραπται· Νινευὴς βασιλεὺς, Ἀνακυνδαράξου παῖς, ἐν μιῇ ἡμέρᾳ Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν. τὸν δὲ ἴδιον υἱὸν ὁ ἀμεραμνουνῆ προεξέπεμψεν κατὰ τὸ πρὸς ἀνατολὴν σὺν τοῖς ἀνατολικωτάτοις τῶν ἀνδρικῶν Τούρκων, καὶ αὐτοῖς γειτνιάζουσιν, ἄχρι χιλιάδων ιʹ, μετὰ πάσης τῆς ἐξ Ἀρμενίων στρατιᾶς, τοῦ τε Βεσπαρακανίτου, καὶ αὐτοῦ τοῦ ἄρχοντος τῶν ἀρχόντων, καὶ Ἄμερ τηνικαῦτα τὴν Μελιτηνὴν διέποντος, οἳ κατὰ τὸν ∆αζυμῶνα συνήχθησαν στρατοπεδευσάμενοι. οὕτως γὰρ τοῦ ἀμεραμνουνῆ οἱ ὑπὸ χεῖρα βουλὴν συντιθέασιν, τὸν μὲν αὐτοῦ υἱὸν μετὰ προσηκούσης προεξιέναι δυνάμεως· καὶ εἰ μὲν οὗτος νικήσειεν, ἔσται καὶ σοὶ νικητήριον· εἰ δέ γε τὸ ἐναντίον, κἂν τὸ σωτήριον. 3.14 Ταῦτα Θεόφιλος διακηκοὼς ἔκ τε τῶν <ἐξ> ἀνατολῆς ἀγηγερμένων καὶ δύσεως καὶ Περσῶν ἐπαγείρει στρατόπεδον· ἦν δὲ ἀπὸ Συρίας ὁ Μανουὴλ νεωστὶ ἐξεληλυθὼς καὶ τῆς πρὸ τῆς φυγῆς στρατηγήσεως τότε τῶν σχολῶν προστασίας μεταποιούμενος· προϊόντος οὖν τοῦ στρατοπέδου κατὰ τὸν Ἀνζῆν, οὕτω χωρίον καλούμενον, προῃρέθη ὁ βασιλεὺς τὸ τῶν ἐναντίων θεάσασθαι στράτευμα· ὃν κατά τινα τῶν ὑπερκειμένων τόπων τοῦ Μανουὴλ προβιβάσαντος, στοχαστικῶς κατεῖδεν στρατὸν τὸν Σαρακηνικὸν τῶν Ῥωμαίων ἐλάττονα. πρὸς ὃν στοχασμὸν συντίθεται Μανουήλ, ἀλλ' ὅμως αὐτῷ ἀντειρήκει· ὦ δέσποτα, τὸν ἐπ' ἀμφοῖν ἐκ δοράτων καλαμῶνα στοχάσθητι, ἐξ οὗ γνώσῃ τὸ καρτερώτερον. συμβεβουλευκότες οὖν ὅ τε Θεόφιλος καὶ οἱ περὶ αὐτὸν μεγιστᾶνες, ὁ μὲν Μανουὴλ καὶ ὁ Θεόφοβος ὑπετίθοντο συνιστᾶν ἐν νυκτὶ πόλεμον, κατὰ τὴν ἡμέραν δὲ ἕτεροι·