1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

39

ἐχθρῶν διανίστατο καὶ κατ' αὐτῶν ἄγαν ἠρίστευσε, καὶ μετὰ τοῦτο ἐπείληπτο μαγιστρότητος. 4.31 Οὐ μετὰ πολὺν χρόνον καὶ τὰ ἐκ τῆς Τεφρικῆς κακὰ καθ' ἡμῶν ἐβρενθύετο, χώραν λαβόντων τῶν ἐκεῖσε κακούργων τῆς πρὸς ἡμᾶς ἐπιθέσεως ἀπησχολημένους Ἀγαρηνῶν ἐν πολέμοις ἐπί τε γῆς καὶ θαλάσσης. ἀλλ' ὅμως περιγίνεται τῶν ἀλαζόνων αὐτοκράτωρ ὑπερμαχήσει θείᾳ καὶ στρατηγετῶν ἐμπειρίᾳ κατευοδούμενος· μεθ' οὓς καὶ κατὰ Γερμανικείας ἐκστρατεύσας καὶ Σαμοσάτων, ἐκπρεπεῖς πόλεις Σαρακηνῶν καὶ χώρας, ἀλλὰ μὴν καὶ Μελιτηνὴν στενώσας ἐξ ἐπιδρομῆς συνεχοῦς, κατ' αὐτῶν ἵστησι τρόπαια, καὶ μετὰ νίκης εὐσήμου πρὸς τὴν βασιλίδα πόλιν ἐπάνεισιν. 4.32 Οὐδὲ τὰ κατὰ τὴν ἅλα διὰ Ἀφρικῶν καθ' ἡμῶν στρατεύματα ναύμαχα δι' ἠρεμίας ἐτύγχανεν, δι' ὧν Ἑσπέρα πᾶσα καταδεδούλωτο, ἐν πόλεσι τῆς τε Σικελίας, ἔτι μὴν καὶ Λογγιβαρδίας πολυαριθμήτοις ἐπὶ νʹ τε καὶ ρʹ, τοῦ Γαλλεριανοῦ χωρίς. ὧν τὴν ἀνάρρυσιν ὁ αὐτοκράτωρ Βασίλειος ἀπειργάσατο Νάσαρ καὶ Προκοπίου κατ' ἐκεῖνο καιροῦ στρατηγίας ἀντεχομένων. καὶ τὸ μὲν ὄνομα Ἰταλία ἐφεῦρεν ἀπὸ Ἰταλοῦ τοῦ Σικελοῦ γενετῆρος, τοῦ μὲν πατρὸς τῆς Ἰταλίας χώρας, τοῦ δὲ υἱοῦ Σικανίας ἢ Τρινακρίας ἐγκρατῶν γεγονότων. Ἰταλία δὲ καὶ οὕτως, ἀπό τινος περαιωσαμένης βοός, ἣν ἀθρόαν ἰδόντες ἐγχώριοι ἐκ γῆς ἑτέρας τὸν ἀπόπλουν πρὸς αὐτοὺς ποιουμένην διωκομένην τε παρὰ τῶν κτητόρων αὐτῆς ἐβόησαν· ἰταλός, ἰταλός, ὃ τῇ ἑαυτῶν διαλέκτῳ ἑρμηνεύεται βοῦς, ἢ ἀπό τινος λῃστοῦ Ἰταλοῦ δι' Ἡρακλέους ἐκεῖσε ἀναιρεθέντος τὴν κλῆσιν ἠγάγετο. Λογγιβαρβία δὲ ἀπό τινος Λογγιβάρβου τοῦ πρώτως κατασχόντος τὴν χώραν, ἐφ' ὅτῳ καὶ μέγα ἐξήνθιστο γένειον· λόγγη γὰρ παρὰ Λογγιβάρβοις τὸ μέγα, βάρβα δὲ τὸ γένειον. 4.33 Τὰ δὲ κατὰ Συράκουσαν διεμεσολάβει χρόνων τινῶν δυστυχήματα· ἐπεπολιόρκητο γὰρ παρὰ τῶν Ἰσμαηλιτῶν. καθ' ἣν ἐξεπεπόμφει ὁ αὐτοκράτωρ Ἀδριανὸν ἄνδρα γενναῖον σὺν ναυτικῷ πολυάνδρῳ πρὸς τὴν αὐτῆς ἀπολύτρωσιν. ὃς κατιὼν μέχρι Πελοποννήσου Ἱέρακι οὕτω κατονομαζομένῳ λιμένι προσλιμενεύεται, παρεμποδισθεὶς ἐκεῖσε δυσπλοίᾳ χαλεπωτάτῃ ἐπὶ ἡμέρας νʹ· καὶ κατὰ τοῦτον αὐτοῦ δυσφορίᾳ πιεζομένου διὰ τὴν ἐξ ἀνέμων ἐγκάθειρξιν, προσεδεδημήκει τις τῶν χρησίμων ἀγγελίαν ἐπικομιζόμενος δυσαχθῆ, ὡς κατὰ εʹ ὥραν τὴν πρὸς τὸ χθὲς τὰς Συρακούσας ἡλῶσθαι. αἷς ὄνομα ἀπό τινων κτισασῶν ταύτας Ἀρχίου θυγατρῶν Σύρας καὶ Κόσσης, ἢ ἀπό τινος ἐκεῖσε λίμνης, ἢ ἀπὸ τῆς πρὶν μὲν κρήνης Συρακοῦς νῦν δὲ Ἀρεθούσης. τοῦ δὲ τὸ ἀληθὲς πολυπραγμονοῦντος καὶ ὁπόθεν ἐπίστασθαι τοῦτο διερευνῶντος, αὐτὸς ἀπεκρίνατο, ὅτι περ ἐν χώρῳ, ὃς Ἕλος ὠνόμασται, ἀγρὸς πάρεστί μοι ὡς ἀπὸ μιλίων ηʹ πρὸς διάστημα. καὶ κατὰ τὴν παριοῦσαν ἑσπέραν καθ' ὅν μοι περιπολεύοντι προσίασί τινες ποιμαινόντων καὶ ἔφασκον, ὡς ἐκ τῶν ἐπιχωριαζόντων δαιμόνων διακηκοέναι φραζόντων γενέσθαι τὴν Συράκουσαν δοριάλωτον, ἐν ταύτῃ τε παρεῖναι αὐτούς, ὅθεν καὶ διατρανοῦσθαι ἀλήθειαν. αὐτὸς δὲ πρὸς τοῦτο μὴ κατανεύων εἰς ἀπιστίαν ἐχώρει, τὴν αὐτηκοΐαν σφετεριζόμενος. καθ' ἣν ἐν καταλήψει γενόμενος τοῦ ἀγροῦ πρώτην καθ' ὥραν <σὺν> καὶ ποιμέσι συγκατειλήφει τὸν ὡρισμένον χῶρον, ἐφ' ᾧ τὰ ἀέρια τὴν διατριβὴν ἐπεποίηντο. ὧν τὴν διαγωγὴν πυνθανομένῳ τινὶ τῶν ποιμένων προσαπεκρίναντο κατὰ πόλιν Συράκουσαν εἶναι τοῦ περιλειφθέντος Χριστιανικοῦ αἵματος ἐμφορεῖσθαι· τὸν δὲ περὶ τῶν τοιούτων εἰδέναι διερευνώμενον τὸ πραχθὲν γινώσκειν, τό τε ὄνομα καὶ τὸν ἀρχικὸν βαθμὸν ἐξεπίστασθαι. οἷς ὁ Ἀδριανὸς μὴ πιστεύων ἔτι ὑπελογίζετο ἕωλα. καὶ μετὰ ιεʹ ἐπιοῦσαν ἡμέραν τὰ παρ' αὐτῶν ὡς ψευδῆ νομιζόμενα παρὰ τῶν ἐκεῖθεν μόλις ἐληλυθότων ἀληθῆ κατεφαίνετο. τῶν οὖν ἐγχωρίων πνευμάτων ἡ τοιαύτη πρόγνωσις, ἢ μᾶλλον εἰπεῖν ἡ ἐπὶ τῶν πραττομένων γνῶσις, τοῖς κατὰ τὴν αὐτὴν χώραν ἄχρι βασιλείας τοῦ εὐσεβεστάτου, ὥς φασι, Λέοντος προσμεμένηκεν. τότε δὴ στρατὸν τὸν ὑπ' αὐτὸν ναύμαχον συναγείρας τῇ Κωνσταντινουπόλει ἐπιδημεῖ, καὶ ἱκέτης ἔν τινι ἱερῷ παραγίνεται ἐξαιτῶν συγκεχωρῆσθαι τοῦ