1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

9

διειλήφασιν. 1.21 Κτείναντες δὲ τοῦτον οἱ φονευταὶ ἀνηλεῶς ἐν αὐλοειδέσι χώροις τοῖς πρὸς τὸ δέξιμον ἀπαγαγόντες κατέθεσαν, ὅπως ἐπὶ βραχὺ ἐκεῖσε προσμείνειεν· εἴχοντο γὰρ χρειωδεστέρων φροντίδων οἱ τῷ Μιχαὴλ συναράμενοι, ὥστε τοῦτον μὲν τῆς εἱρκτῆς ἐξελέσθαι καὶ ἀναρρῆσαι πᾶσιν αὐτοκράτορα βασιλέα, ὃς διαιτήσοι τὰ πρὸς τὸν καιρὸν κατεπείγοντα, ἀσφαλείας δεούσης ἀπαιτουμένης, ἣν ταχέως εἰργάσατο. καὶ διὰ τῶν Σκύλων ἑλκυσμῷ τὸ πτῶμα λυγρῶς καταικίσαντες καὶ τῷ ἱπποδρόμῳ παραγυμνώσαντες καὶ ὑποζυγίῳ μετεωρίσαντες ἐπὶ πάσης τῆς λεωφόρου προήνεγκαν, εἶτα ἐμβαλόντες αὐτὸ ἑνὶ πλοίῳ καὶ τὴν σύμβιον σὺν τοῖς τέσσαρσι τούτων παισί, Συμβατίῳ τῷ καὶ μετονομασθέντι Κωνσταντίνῳ κατὰ τὸ στέψιμον, Βασιλείῳ καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ, περὶ τὴν Πρώτην νῆσον παρέπεμψαν· κἀκεῖσε τῶν παίδων καταθλαδίαν ποινὴν περιστοιχουμένων, ὁ Θεοδόσιος τῆς ζωῆς ἀπεζεύξατο· καὶ ἀμφοτέρους τῆς προσηκούσης κηδείας ἠξίωσαν. 1.22 Οὗτος δέ, ὡς φασί τινες, καὶ πρὸ τοῦ τῆς βασιλείας ἐπιλαβέσθαι τῆς δυσσεβοῦς αἱρέσεως εἴχετο. διὸ καὶ κατὰ τὸ ἔθιμον τῆς καθ' ἡμᾶς εὐσεβοῦς πίστεως στείλαντος πρὸς αὐτὸν Νικηφόρου τοῦ πατριάρχου τόμον διά τινων ἀρχιερέων ἐγγράψασθαι τὴν εὐσέβειαν, καταπράξασθαι τοῦτο διανεβάλλετο, ἕως ἂν αὐτῷ ἡ τῆς βασιλείας ἐπέλθοι διὰ στέφους μεγαλοπρέπεια· καὶ καθ' ἡμέραν γε τὴν δευτέραν τῆς αὐτοῦ βασιλείας ἐνσυνεχόμενος τῷ ὀρθοδόξῳ τόμῳ διασημήνασθαι ἀναντιρρήτως ἀπείπατο μηδ' ὅλως τῷ τοιούτῳ συνθέσθαι βουλήματι. ὅθεν καὶ τοὺς τῆς αἱρέσεως αὐτῷ συνεργοὺς ἐν τῷ παλατίῳ ἀποκατέστησεν, δίαιταν πρὸς τρυφὴν ἰδιαζόντως τούτοις δαψιλευσάμενος. μεθ' ὧν καὶ συνέριθον τῆς αὐτοῦ διδασκαλίας εὑρὼν τὸν Γραμματικὸν Ἰωάννην, τὸν καὶ Ἰαννῆν διὰ τὸ τῆς ἀληθείας ἀντίρροπον, τούτοις συνέταξεν. οἷς νεαροπρεπῆ πίστιν νηπιόφρων ὁ ἀποστάτης προστάττει συγγράφεσθαι. καὶ μετὰ δύο χρόνους τῆς βασιλείας ἀνέδην ἀποστατήσας, καθάπερ ὁ υἱὸς τοῦ Κίς, τῆς τῶν σεβαστῶν εἰκόνων μετεποιήσατο καθαιρέσεως, ἐντεῦθεν καὶ γράψας παντὶ ἐπισκόπῳ καταίρειν ἐν Βυζαντίῳ τῷ ὑπὸ Μεγαρέων κτισθέντι καὶ Βύζαντος, κατ' Εὐρώπην συνελθόντων ἐν τῇ τούτου πολίσει Καρυστίων, Μυκηναίων καὶ Κορινθίων ἄλλων τε πολλῶν, φιλοσόφοις ἅμα καὶ ῥήτορσι. καὶ δὴ ὅτε οἱ ἐπίσκοποι τοῖς κατὰ Πέραν προσήγγιζον, οὐ κατὰ τὸ εἰθισμένον προσεντυγχάνειν τῷ πατριάρχῃ ἠφίεντο, ἀλλὰ πρὸς αὐτὸν ἤγοντο καὶ ἄκοντες συνευδοκεῖν τῷ κακοδόξῳ φρονήματι ἐβιάζοντο. ὧν τοὺς πειθαρχοῦντας αὐτῷ προσηκούσης ἠξίου φιλοφρονήσεως, τοὺς δὲ μὴ πειθομένους αἰκίσεσι παντοδαπαῖς διημείβετο, τὰ Χριστιανῶν παρ' οὐδὲν θεσπίσματα λογιζόμενος, ὡς δῆθεν καὶ ταῖς πρὸς τοὺς Οὔννους εἰρηναίαις συμβάσεσι ταῦτα συνέχεεν, ἐκείνοις μὲν ἀναθεὶς ἐργάσασθαι τὰ ἡμέτερα εἰωθότα, ἑαυτῷ δὲ καὶ τοῖς ὑπ' αὐτὸν τὰ ἐκείνων θρησκεύματα. δι' ὧν τάχα σεισμοὶ φρικωδέστατοι λοιμοί τε καὶ αὐχμηρίαι καὶ ἐκφλογώσεις ἀέρος, πρὸς τούτοις καὶ ἐμφύλιοι στάσεις κατὰ πόλιν καὶ χώραν πᾶσαν, ἀρχῆθεν τῆς θεομισοῦς βασιλείας αὐτοῦ μέχρι πολλῶν χρόνων διήρκεσαν, καὶ αὐτῶν τῶν στοιχείων δυσανασχετούντων οἷον τούτου τοῖς κακουργήμασι. τοιαῦτα τὰ κατὰ δυσσέβειαν αὐτοῦ ἐννοήματα καὶ τεχνάσματα, καὶ τούτοις τὸ ἐπαχθὲς ἐγχρονίζον. 1.23 Ἀλλὰ καὶ τῶν πρός τι λυσιτελούντων εἴ τι διέγνωστο, φιλοπονίας οὐκ ἔληγεν· δι' ἧς κατά γε Θρᾴκην Μακεδονίαν τε πᾶσαν καὶ ἕως τῶν ὁρίων τῆς Σκυθῶν γῆς πόλεις ἀνενεώσατο, αὐτὸς ἐπελθὼν σὺν στρατιώτισι φάλαγξι, ὅπως τάς τε πολεμίων ἐφόδους ἐκτρέποιτο καὶ ταῖς τούτων ἐπισκευαῖς παρέχοι τὸ εὐπεράτωτον. 1.24 Ἦν δὲ τῷ γένει κατὰ συζυγίαν ἐξ Ἀσσυρίων καὶ Ἀρμενίωνἀναφυείς, τῶν ἰδίων γεννητόρων ἐπεξαναστάντων αὐτούς τε μιαιφονησαμένων καὶ πρὸς τοῖς τῶν Ἀρμενίων χωρίοις κατὰ φυγαδείαν ἐνσκηνωσάντων, κἀκεῖσε τὸν ἀνήμερον θῆρα τεκεῖν· ἐξ ὧν ἑτερογενές τι τεράστιον κεχρημάτικεν. Ἀρμενίους δέ φασιν ἐξ Ἀρμένου κληθῆναι τοῦ ἀπὸ Ἀρμενίου πόλεως Θετταλίας, ὃς Ἰάσονι συνεστράτευσεν. ἐκεκρατήκει δὲ