1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

11

αὐτάς, εἰ καὶ μετὰ ταῦτα τούτοις διὰ πολλῆς φήμης ἀνανταγώνιστος ὁ Θωμᾶς ἀνεδέδοκτο. διὸ καὶ πειρᾶται πρὸς αὐτοὺς κηρυκεύεσθαι τρόπῳ τοιῷδε, πανούργως ἐνδελεάσας, ὅπερ αὐτοῖς βουλητὸν ἠσμενίζετο, τῇ ἐκείνου παμπληθεῖ δυνάμει καταπλαγεῖσιν. διαπέμπεται οὖν πρὸς αὐτοὺς εἰρήνην ἀνακαλούμενος, πολλῷ δὲ μᾶλλον συνασπισμόν, τῆς βασιλικῆς ἀνθέξεσθαι ἀποπτώσεως. ποιεῖται τοίνυν σπονδὰς μετ' Ἀγαρηνῶν, εἰδήσει τοῦ αὐτῶν ἀρχηγοῦ ἀναδεῖται στέφος βασίλειον παρὰ τοῦ ἀρχιερέως Ἀντιοχείας Ἰώβ, εἶτα μετ' Ἀγαρηνῶν Ἰνδῶν Αἰγυπτίων Ἀσσυρί Μήδων Ἀβασίων Ζηχῶν Ἰβήρων Καβείρων Σκλάβων Οὔννων Βανδήλων Γετῶν καὶ ὅσοι τῆς Μάνεντος βδελυρίας μετεῖχον, Λαζῶν τε καὶ Ἀλανῶν Χάλδων τε καὶ Ἀρμενίων καὶ ἑτέρων παντοίων ἐθνῶν πολυθρύλλητον πανστρατιὰν στρατοπεδευσάμενος ἁπάσης τῆς ἀνατολῆς ἐκυρίευσεν, τελευταῖον μέρεσι τοῖς κατὰ Θρᾴκην προσεμπελάσας ἑλεπολεῖν τὸ Βυζάντιον ἐκβιάζεται ἱππεῦσιν εὐόπλοις καὶ πετροβολισταῖς τοῖς ὑπὸ χεῖρα πεζοῖς, ἔτι καὶ σφενδονισταῖς γε καὶ πελτασταῖς ἀμέτροις ἐπιρρωννύμενος, προσέτι μὴν καὶ πολιορκητικοῖς οὐκ ὀλίγοις τεχνάσμασι κρατυνόμενος. μεθ' ὧν πολλάκις τοῖς κατ' ἤπειρον τείχεσι προσβαλὼν ἄπρακτος ἀποκρούεται, τοῦ βασιλικοῦ παιδὸς Θεοφίλου αὐτοῖς ἐπιόντος καὶ διαγωνιζομένου τὰ μάλιστα, ἀλλὰ μὴν καὶ τοῦ πατρὸς Μιχαὴλ ἔσθ' ὅτε ὑπεξιόντος καὶ τοῖς ὑπεναντίοις ἐπιτιθεμένου αὐτόχειρος. ὅθεν ἀμηχανῶν ὁ Θωμᾶς καὶ ἐπὶ ναυμαχίαν προέρχεται, πολλὴν ὁλκάδων σωρείαν ἐπαγόμενος, κἀκεῖσε παραπλησίως ἐνδυστυχεῖ· αὗται γὰρ τῷ πολεμικῷ πυρὶ κατανάλωντο, τῆς περὶ τούτου παρὰ βραχὺ τὸ πρὶν διολομένης εἰδήσεως, τηνικαῦτα δὲ οὕτως ἀνευρεθείσης. Καλλίνικός τις τῶν ἐξ Αἰγύπτου, ἀνὴρ ἐχέφρων καὶ αὐτὸς μόνος εἰδήμων τότε, παρρησιασάμενος ἔφη τῷ βασιλεῖ κατὰ Θωμᾶ συμπονήσειν αὐτῷ παρὰ θάλασσαν, εἴπερ προέλοιτο. ὃς τεχνικῶς τόδε συνθεὶς τοῖς ναυάρχοις ἐπεχορήγησεν. 2.3 Ἐπὶ τρισὶ δὲ ὁ δείλαιος ἐνεωτερίσατο ἔτεσιν. οὗτινος νεωτερισμοῦ ἐπὶ βασιλείας Λέοντος τέρας τῶν ἀποφράδων ὧδε προδέδεικται. ὡράθη κομήτης κατ' οὐρανὸν ἐν σχήματι σεληνῶν δύο λαμπρῶς συνιουσῶν καὶ αὖθις διαιρεθεισῶν κατὰ διαφόρους συστάσεις, ἐξ ὧν ἐκτύπωμά τι ἀκέφαλον ἀνεπλάσθη ἀνδρός, δηλοῦν πως † τῶν μετὰ ταῦτα παρεισαγαγόντων κατὰ Χριστιανῶν τὸ ἀκέφαλον δόγμα τῆς στασιώδους αἱρέσεως, ἢ καὶ Θωμᾶν τὸν ἀλάστορα, ὡς ἔοικεν, κεφαλὴν καὶ ἀρχηγὸν ματαιάζοντα τῆς ἐξ ἑτέρων διαστάσεως κεκτημένων πως προεφήτευσεν†. ἠνδραγαθήκεσαν δὲ ἐν τούτῳ ὅ τε Ὀλβιανὸς καὶ Χριστοφόρος, τηνικαῦτα μάγιστρος γεγονώς, οὗ οἱ υἱοὶ Βαρσάκιός τε καὶ Νάσαρ πατρίκιοι, καὶ Κατάκυλας αὐτοῦ Μιχαὴλ βασιλέως ἐξάδελφος καὶ πατρίκιος, περὶ ὧν προδεδήλωται· δι' ὧν τοῦ στασιώτου τὰ φάρμακα διεσκέδαστο. 2.4 Καὶ οὕτως φασὶ τὰ κατὰ Θωμᾶν ἀκριβέστερον διεξιστορεῖσθαι. οὗτος γοῦν ὁ μουλτίων, ἐκ πατρίδος οἰκτρᾶς καὶ τύχης ἀφανοῦς γεγονώς, τῶν ἀναγκαίων εἰς τὸ ζῆν χάριν εἰς τὴν Κωνσταντίνου καὶ βασιλεύουσαν πόλιν εἰσῆλθεν, καὶ κολληθείς τινι τῶν πατρικίων (Βαρδάνης οὗτος ἦν ὁ λεχθείς) ἐγκλήματι μὲν μοιχείας παρὰ τούτου τοῦ ἀνδρὸς ἑάλω, ἣν ὑπέθετο καταπράξασθαι τούτῳ Νικηφόρος ὁ τηνικαῦτα τὸ βασιλεύειν λαχών, τῷ Βαρδάνῃ βασκαίνων διὰ τὴν προσοῦσαν καλοκἀγαθίαν αὐτῷ· φεύγων δὲ τὴν ἐπὶ τῇ μοιχείᾳ δίκην, ἣν καταπράξασθαι μὲν ἐπειράθη, οὐκ εἰς ἔργον δὲ προέβη, εἰς Συρίαν ἀπέδρα. καὶ πρῶτον μὲν τὴν εἰς Χριστὸν ἐξήρνηται πίστιν, καὶ χρόνον συχνὸν ἐν αὐτοῖς διατρίψας, ὡσεὶ εʹ καὶ κʹ παρελκυσθῆναι ἐνιαυτούς, ψευδῆ φήμην ἑαυτῷ περιποιεῖται, Κωνσταντῖνον εἶναι αὐτὸν εἰσηγούμενος τὸν Λέοντος καὶ Εἰρήνης. οὗτος δὲ ἄρα διὰ τὴν μοχθηρίαν τῶν τρόπων μετὰ τῶν ὀφθαλμῶν καὶ τῆς βασιλείας ἐστέρηται καὶ ἐξ ἀνθρώπων ἠφάνισται μετὰ βραχὺ τῆς ἐκπτώσεως, καὶ ὁ τοῦδε νεκρὸς ἔν τινι κατετέθη σορῷ τότε τῶν ἐν τῇ βασιλευούσῃ σεμνείων. ἀλλ' ὅ γε παλαμναῖος οὗτος ἀνὴρ μετὰ Σαρακηνῶν διαζῶν, ὑποσχέσεσι τούτους ἐπαίρει λαμπραῖς, ὡς ὑποτελῆ ποιήσειν αὐτοῖς τὴν Ῥωμαίων