1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

21

τούτου παράταξις κατ' αὐτοῦ παροπλίζεται διὰ τῶν τῆς ἀρετῆς ἐναντίων, καὶ ἐπιλοιδοροῦσι ψευδῶς καθοσίωσιν στρατηγεύοντι· ἧς ἐνηχηθεὶς οὗτος τὰ πρὸς ἀποστασίαν ἐπιτετόλμηται, καὶ φυγαδείᾳ πρὸς Ἀγαρηνοὺς μετοικίζεται, καὶ δόξαις περιφανέσι πρὸς αὐτῶν ποτνιᾶται καὶ ὑπαντήσεσι, καταλιπὼν βασιλέα μετάμελον τῆς πρὸς αὐτὸν ὑποπτεύσεως. 3.10 Χρόνου δὲ πολλοῦ παριππεύσαντος καὶ τῶν ἐξ Ἄγαρ ταῖς νίκαις κατορχουμένων ἡμῶν, οἷα σφετερισαμένων τὸν καθ' ἡμᾶς Ἀχιλλέα, πρὸς εἰρηνικὰς συμβάσεις ὁ βασιλεὺς τοὺς Ἰσμαηλίτας μνηστεύεται, ἐκπέμπων πρέσβυν τὸν μοναχὸν Ἰαννῆν, τότε τοῖς Ἀγαρηνοῖς καὶ ἡμῖν κατὰ πρεσβείαν φανέντα γε ἐπιτήδειον. ἐπεπράχει γὰρ τὰ πρὸς διαλλαγὴν ἀμφοτέρων ἁρμόδια, δώροις ἁδροῖς παρ' αὐτῶν τοῦ δέοντος μὴ ἐκστάς, ὡς ἐπιθαυμάζειν τὸν ἀμεραμνουνῆ πάνυ καὶ οἷς περὶ αὐτὸν ἐγινώσκετο, καὶ ἀξιοῦν αὐτὸν περὶ ὧν ἐθέλοι τυγχάνειν ἠξιωμένων· τοσοῦτον αὐτῷ τὰ τῆς ἀδωρίας εἴτε προσωπείῳ εἴτε ἀληθείᾳ ἐξήσκητο· καὶ διὰ ταύτην καὶ εὐπροσηγόροις προθέσεσιν ἐπὶ τῶν συμφερόντων ἀκούεσθαι, καὶ παρασχέσθαι πολλοὺς αἰχμαλώτων πρεσβεύοντι. ὀπτάνεται πολυτρόπως οὗτος τῷ Μανουὴλ καὶ σταυρικὸν ἐγκόλπιον τούτῳ δίδωσι κρύφα καὶ ἐν αὐτῷ διομόσας ἐπισχυρίζεται καὶ πρὸς τὸν βασιλέα παλινδρομεῖν ὑποτίθεται καὶ Συρίας ἀπάνεισιν. 3.11 Τοῦ δὲ ἀλλαγίου περατωθέντος καὶ τῆς ἀναμεταξὺ Ῥωμαίων τε καὶ Ἀγαρηνῶν εἰρήνης διαλυθείσης, ὁ βασιλεὺς γενναΐζειν κατὰ πολεμίων πολλὴν ἐπεποίητο μέριμναν, ὡς μηδ' ὅλως ἐλάττων γενέσθαι τῆς πατρικῆς γενναιότητος· καὶ κατὰ τῶν Ἰσμαηλιτῶν τὴν χώραν σὺν πλήθει πολλῷ προχωρεῖ καὶ αἰχμαλωσίαν παντοδαπῆ παρυφίστησιν, ὡς καὶ παρεμβαθῦναι τοῖς ἐσωτέροις μέρεσι ταύτης αὐτῇ τε τῇ πατρίδι προσεμπελάσαι τοῦ τότε κρατοῦντος ἀμεραμνουνῆ, ἥτις Σωζόπετρα προσηγόρευται, καὶ ταύτην πολιορκῆσαι πρὸς ὕβριν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σκοπόν πως λυσιτελῆ διαβέβηκεν, τοσοῦτον ἐκ ταύτης τῆς ὠφελείας ἐπισυμβάν, ἡ μεγίστη ἀνθρώπων ἀπώλεια. διανίσταται γὰρ ἐντεῦθεν εὐθαρσῶς ὁ ἀμεραμνουνῆ, τὴν ὕβριν μὴ ἐνεγκὼν, ἣν ἐπὶ τῇ αὐτοῦ πατρίδι συμβεβηκυῖαν ἑώρα, καὶ θεσμοθετεῖ παντὶ τῷ τὸ φλάμμουρον περιφέροντι γραφῇ ἐνδηλοῦν <τὴν> τοῦ Ἀμορίου συζήτησιν, καὶ κατ' αὐτοῦ σὺν στρατιᾷ σοβαρᾷ δυνάμεως ἐμφορήτῳ ἐπέρχεται, ταύτῃ τοῦ βασιλέως ἀνθεστηκέναι μὴ ἐξισχύοντος, ἀλλὰ προσχωροῦντος τοῖς ὄπισθεν καὶ καταλαβόντος τὴν βασιλίδα τῶν πόλεων σὺν λαφυραγωγίᾳ πολυπληθεῖ, καὶ τὰ τῆς πόλεως Ἀμορίου κατὰ τὸ ἐνδεχόμενον διαμεριμνῆσαι ἔκ τε διοχυρώσεως καὶ ἄλλων τῶν ἐπαρκούντων εἰς διατήρησιν. ὃς τέως δοκιμὴν μὲν ποιεῖται, κἂν ματαιόβουλον, τὴν τοῦ ἀμεραμνουνῆ ἀναστεῖλαι ὀργὴν διὰ πρέσβεων δώροις τιμίοις καὶ ὑποσχέσεσι μεγαλοδωρεῶν ἐκδυσωπούντων αὐτόν· ἀλλ' οὐ πείθουσι ζηλοτυποῦντα τὴν ὁμοίαν ἐνδείξασθαι ἀνταπόδοσιν. ἐξουθένει γὰρ αὐτοὺς τῆς πρεσβείας, τῆς ἀποστολῆς διεκωμῴδει, τῆς δειλίας κατελοιδόρει, καὶ διὰ μέσου χρόνου καταλιμπάνει μετεωρίζεσθαι, καὶ τῇ πατρίδι τοῦ βασιλέως περιτίθησι πολέμιον χάρακα, πολυμερῶς ἑλέσθαι βουλόμενος. εἶχεν μὲν οὖν, εἶχεν αὕτη κἂν δυστυχῶς ὑπερμαχοῦντας ἐντὸς τοὺς ἐκ βασιλέως σταλέντας, περιφανεῖς φρονήσει τε καὶ ἀνδρείᾳ καὶ πολυπειρίᾳ διηχουμένους, κἂν δι' ἑνὸς τῶν κακούργων τῆς ὑπερμαχίας διέσφαλτο, τὴν προδοσίαν ἐπισκευάσαντος, ᾧ βοὸς ὑποκοριζόντως ὄνομα κατ' ἀλογιστίαν προσεκέκλητο, ἔκ τινος τηνικαῦτα στασιώτιδος ἀνὰ μέσον Χριστιανῶν τε καὶ Ἰουδαίων συμβεβηκυίας προφάσεως. αἱρεῖται τοιγαροῦν μετὰ πολλὰς ἐπιβριθεῖς προσβολὰς τὸ Ἀμόριον, τοῦ νέου Σεναχηρεὶμ παραχωρήσει θείᾳ ἢ εὐδοκίᾳ κατὰ τὴν τῶν κριμάτων θεοῦ ἄβυσσον εὐτυχήσαντος, οἵ τε πρέσβεις ἐφύβριστοι ἀποπέμπονται (κατείχοντο γὰρ παρὰ τῶν ἐχθρῶν μεσολαβούσης τῆς ἐγχειρήσεως), καὶ ἀπαγγέλλονται δι' αὐτῶν τῷ βασιλεῖ ὀνειδισμοὶ σφοδροὶ καὶ ἐξουδενώσεως προαγγέλματα. τίς δὲ λογισμὸς ἀκριβῶς ἀναγράψειε τὰ ἐκεῖσε πραχθέντα κατὰ τὴν ἅλωσιν; τίς λόγος ἀσφαλῶς διηγήσεται