1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

26

ἀρέσκον, κατὰ σπουδὴν καὶ προαίρεσιν τὸ εὐπειθὲς αὐτῷ μέχρι καὶ κινδύνου παντὸς ἐπιδείξασθε. τούτοις οὖν αὐτοὺς παραινέσας, παραχρῆμα ἅπαντες τὰ τῆς ἀρεσκείας αὐτῷ καὶ ὑπακοῆς δι' ὅρκων συχνῶν παρετίθεντο· ἠλπίκεσαν γὰρ κατὰ νοῦν ὄρεξιν ἔχειν τῆς βασιλείας τὸν Μανουὴλ καὶ διὰ τοῦτο τοιαῦτα κατεπᾴδειν αὐτῶν, εἰ καὶ τὰ ὑπεναντία τούτοις παρ' αὐτοῦ διηγόρευτο. ἐκεκράγει γὰρ διαρρήδην· Μιχαήλ τε καὶ Θεοδώρας τὰ ἔτη πρὸς πλεῖστον ὁδεύσειεν. ὡς δὲ ταύτης τῆς ἀναρρήσεως διενήχηντο, ἐπλήσθη σαν ἀθυμίας καὶ πολυειδοῦς ἐνεφορήθησαν θλίψεως, ἀλλ' ὅμως τὸ προσταγὲν ἐξεπλήρουν· καὶ τὰ τῆς αὐτοκρατορίας διετετράνωτο. 4.2 Καὶ τὰ τῆς ὀρθοδοξίας ἀνακαλύπτεται, καιροῦ λαβόμενα εὐαγοῦς καὶ θεοφιλείας ἀνδρῶν εὐπροθέτων, τῆς στυγητῆς αἱρέσεως τῶν εἰκονομάχων διασυρείσης ἀπὸ βασιλείας Λέοντος τοῦ Ἀμαληκίτου μέχρι χρόνων λʹ. εἴχοντο δὲ τοῦ εὐθέος σκοποῦ ὅ τε Θεόκτιστος, ἄλλως τε καὶ αὐτὸς Μανουήλ, εἰ καὶ διὰ μέσου <χρόνου> τινὸς παρεμπεσόντος διώκλασεν. ἀλλὰ περιπίπτει τινὶ ἀρρωστίᾳ, δι' ἧσπερ ἀπέγνωστο· καθ' ἣν θεὸς παραδοξοποιῶν ὡς ἐπὶ τοῦ Ἐζεκίου δηλαδὴ καταφαίνεται. συνείχετο τοίνυν τῇ νόσῳ καὶ χαλεπῶς ἐτετρύχωτο καὶ ἐγκατόχῳ κάρῳ νενέκρωτο, ὡς ἐντεῦθεν ἐδόκει πᾶσι τεθνάναι, εἰ καὶ βραχύ τι πνεῦμα ἐν αὐτῷ ἐσπινθήριζεν ἀμυδρά τε φωνὴ διαστηματικῶς ἐξ αὐτοῦ διηκούετο. πρὸς ταῦτα τί γίνεται, καὶ τί τὸ περὶ ἡμᾶς τοῦ θεοῦ μηχανούργημα; διανίστησι μοναχοὺς τῶν Στουδίου, ἄνδρας τῷ ὄντι θεῷ γνωστούς, ἐπισκεψαμένους κατὰ τὴν ὑστεραίαν αὐτόν. ἐξήκουστο γάρ, ὅτι περ ἀπεβίω, καὶ συνεπεφοιτήκεσαν, ὅπως ἐπικηδείους αὐτῷ ὕμνους προσοίσειαν· ὃ τέως ἐπεποιήκεσαν ὀλιγοδρανέοντι κατὰ <τήν> ποίησιν. καὶ προσελθόντες τῇ κλίνῃ τῶν μοναζόντων τινές, περὶ ὧν ἤδη ἀνωτέρω μνείαν πεποιήμεθα, τεθαρρηκότες θεῷ καὶ τῇ τῆς ἀρετῆς τελειότητι ἀναθαρροῦσι τὸν ὡς νεκρὸν ἢ μετ' ὀλίγον ἐσόμενον, λέγοντες τοῦτον ἀναρρωσθήσεσθαι. τοῦ δὲ ἐκ βάθους ἐστενωμένης ψυχῆς μικρόν τι ἀνενεγκόντος καὶ διαπορήσαντος εἰ τοῦτο ἔσται αὐτῷ κατ' ἐλπίδα, ἐπεβόησαν ὡς εἴπερ ἐν ὑποσχέσει ἐστί σοι πρὸς θεὸν τὰς θείας εἰκόνας κατὰ τὸ ἀρχαῖον ἀνανεώσασθαι, τὴν ζωὴν εὐαγγελιζόμεθα βεβαιούμενοι. ἀπῄεσαν, καὶ τὸ εὐαγγελισθὲν συντόμως ἐπεπραγμάτευτο, καὶ παραδόξως ὡς ἐξ ᾅδου ἀνέδυ τοῦ θανάτου ἀπαλλαγείς. ὡς οὖν ἑαυτὸν διέγνωκεν παρ' ἐλπίδα τῆς ἀσθενείας ἀπορραΐσαντα, πρὸς βασίλισσαν Θεοδώραν ὀρθοδόξως διαγωνίζεται, φράζων αὐτῇ τὰς σεβαστὰς ἀνακαινίζειν εἰκόνας κατὰ τὸ πρότερον, καθὼς περὶ τούτου τάχα καὶ ταύτῃ συνήρεσκεν θεοφιλείας γνησίας ἐξεχομένῃ, συνεπιλαμ βανομένης, ὥς φασι, καὶ πατρικίας τῆς ταύτης μητρὸς καὶ τῶν αὐταδέλφων αὐτῆς πατρικίων. ἀλλ' ἀντέπιπτεν αὕτη τούτοις καὶ τῷ Μανουὴλ ἐπὶ μᾶλλον, εἴτε διὰ τὴν τοῦ τηλικούτου μετάθεσιν πράγματος, εἴτε διὰ φιλανδρίαν ἴσως παράλογον, προτιμωμένην τοῦ θεοῦ τὰ ἀνθρώπινα. εἰρήκει γὰρ πρὸς Μανουὴλ, ὡς ὁ ἐμὸς ἀνήρ γε καὶ βασιλεὺς μακαρίτης σοφίας ἀρκούντως ἐξείχετο, καὶ οὐδὲν τῶν δεόντων αὐτῷ ἐλελήθει· καὶ πῶς τῶν ἐκείνου διαταγμάτων ἀμνημονήσαντες εἰς ἑτέραν διαγωγὴν ἐκτραπείημεν; ταῦτα εἰπούσης κατηπείλησε σωφρόνως ὁ Μανουήλ, ὡς εἴπερ τῶν εἰκόνων μὴ φροντίσειας ἀναμορφῆς τε καὶ προσκυνήσεως, ἑτέρως τὰ τῆς εὐνοίας ἢ αὐτῆς τῆς βασιλείας, θεοῦ εὐδοκοῦντος, διατεθήσεται. τούτοις τῷ φαινομένῳ καταπεσοῦσα ἡ βασιλίς, τῷ δὲ νοουμένῳ καὶ μάλα χαρεῖσα, τὸ δοκοῦν αὐτοῖς ἐπαφίησι καὶ σὺν αὐτοῖς διανίσταται· καὶ τοὺς ὀρθοδόξους τοῖς τοῦ κανικλείου ἐνδιαιτήμασιν ἀγείρεσθαι διεθεσμοθέτησεν, κἀκεῖσε πρὸς ἀλλήλους γυμνάζειν τὰ περὶ ὀρθοδοξίας προβλήματά τε καὶ δόγματα. 4.3 Καὶ ταχέως μετὰ προσηκούσης τῆς διασκέψεως αἵ τε θεῖαι εἰκόνες ἀνεμορφοῦντο καὶ τὰ τῆς ἐκκλησίας πρὸς τὸ ὀρθοτομοῦν μετεκλίνετο, τῶν ἐν αὐτῇ ἱερέων, πρὸς δὲ καὶ ἀρχιερέων, τῶν μὲν μεταστοιχειουμένων τῆς δυσσεβείας, τῶν δὲ ἀνθεστηκότων τῷ εὐσεβεῖ δόγματι καὶ δικαίως ἐξωθουμένων, καὶ πρό γε πάντων Ἰαννοῦ τοῦ δυσσεβοῦς πατριάρχου τοῦ ἀρχιερατικοῦ θρόνου