1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

42

δι' αὐτῶν δὲ καὶ τῆς τοῦ λαοῦ προθυμίας συνευδοκούσης αὐτοῖς, ἤγαγον καὶ εἰρήκεσαν· προθυμεῖσθε, ὦ ἄνδρες ἀνθάμιλλοι, ἵνα τοῖς πολεμίοις, θεοῦ συνεργοῦντος, προσβάλωμεν; πρὸς οὓς γενναιοφρόνως ἐξεῖπον· ναί. καὶ διὰ τοῦτο ὅρκῳ μεγίστῳ τῆς βασιλικῆς κεφαλῆς περιδεσμοῦμεν ὑμᾶς, ὅπως συμπλακῶμεν αὐτοῖς. ὁ γὰρ τόπος ἐν ᾧ ἐρηρείσμεθα, τῶν ἐχυρωτάτων· ἐξ οὗ εἴπερ τι κατ' αὐτῶν γενναῖον καταπραξαίμεθα, τοῦτο ἡμῖν ἐστιν εἰς τρόπαιον· εἰ δὲ μή, κατ' οὐδὲν παρ' αὐτῶν πημανθείημεν. τότε δή, τότε οἱ δύο στρατηγέται διεῖλον ἄνδρας μέχρι ἕκτης ἑκατοντάδος, τοὺς δὲ λοιποὺς παρῆκαν ἐν ταῖς σκηναῖς τῶν ἀρχηγῶν αὐτῶν σὺν φλαμμούλοις, καὶ τούτοις διησφαλίσαντο ἐπειπόντες· ἡμεῖς μὲν τῷ φοσσάτῳ παρεμπελάσομεν ἐπιτρέχοντες, καὶ ὅταν τὴν ἄφιξιν πρὸς ἡμᾶς ἀπευθύνωσι, παρεμβαλοῦμεν αὐτοῖς· καὶ εἰ μὲν ὁρμήσουσι κατέναντι ἡμῶν, ἐξέλθετε ἄντικρυς καὶ μεγάλως κεκράξατε, πλείστου λαοῦ βοὴν ἐνσημαίνοντες, ὅπως ἐκ ταύτης εἰκάσειαν τὸν τῶν σχολῶν ἐξηγούμενον μετὰ τῶν θεμάτων ἐφεστηκέναι. τῇ οὖν ὑφηγήσει ταύτῃ κεκινηκότων τῶν στρατηγῶν καὶ παρεμπεπτωκότων ἐκ τοῦ σύνεγγυς τοῖς ἐχθροῖς πρὸ τοῦ τὴν ἡμέραν τρανῶς ἐπιλάμψαι τοῖς τῶν τυμπάνων κρούμασιν ἐπεκίνησαν· ἀλλ' οἱ μὲν αὐτῶν μετὰ τοῦ Χρυσόχειρος [...], οἱ δὲ τὰ φορτία τοῖς ὑποζυγίοις ἐκούφιζον. τούτων οὕτως μεριζομένων οἱ στρατηγέται σὺν τοῖς ὑπ' αὐτοὺς ἄρχουσιν ἐπέ θεντο κατ' αὐτῶν, καὶ φωνῇ βριαρᾷ· σταυρὸς νενίκηκεν οἷον πολεμικῶς ἐτυμπάνισαν. οὗτοι δὲ τῇ ἀθρόᾳ προσβολῇ καταπτήξαντες ἀμετα στρεπτὶ τῆς φυγῆς εἴχοντο, μηδὲ ὁρᾶν καὶ πολυπραγμονεῖν ἀνεχόμενοι, τίνες διῶκται τούτων ὑπάρχοιεν, ἀπὸ τοῦ Βαθυρύακος διωκόμενοι ἐπὶ μιλίοις λʹ ἕως τοῦ κατωνομασμένου Κωνσταντίνου βουνοῦ, χαλεπῶς συγκοπτόμενοι. 4.37 Καὶ ὁ Χρυσόχειρ ὀλίγους τινὰς μεθ' ἑαυτοῦ προσλαβόμενος φυγαδείαν ἠσπάσατο. ἐπιφθάνει τοίνυν αὐτὸν ὁ Πουλλάδης, ᾧ τοῦτο παρῆν ὄνομα περιβόητον, πῖλον ἐνδεδυμένος· προεκεκράτητο δὲ κατὰ Τεφρικὴν καὶ κατὰ χαριεντισμὸν τῷ Χρυσόχειρι προσῳκείωτο. ὡς οὖν ἑωράκει τοῦτον, ἐπέγνω καὶ ἐκεκράγει διαπρυσίως· ὧδε οἱ στρατηγέται, ὧδε ὁ τῶν σχολῶν ἐξηγούμενος ἴτω. ἄπεισιν ὁ Χρυσόχειρ, καὶ πρὸς τὸν Πουλλάδην ἐφώνησεν· ἄθλιε ὦ Πουλλάδη, τί σοι φαῦλον ἐνεδειξάμην; μᾶλλον μέντοι γε πλεῖστά σοι χρηστὰ εἰργασάμην. ἄπελθε, καὶ μή μοι πρόσκομμα εἴης. ὁ δὲ ἀντέφη αὐτῷ· ἐγὼ γινώσκω, Χρυσόχειρ, ὅτι πλεῖστα καλά μοι πεποίηκας, καὶ εὐελπιστῶ τῷ σωτῆρί μου θεῷ κατ' αὐτήν γε τὴν ἡμέραν ἀποδοῦναί σοι τὰ χαριστήρια. ἱππάζων δὲ ὁ Χρυσόχειρ εὑρίσκει τάφρον πρὸς τοῖς ἐνωπίοις αὐτοῦ, ἣν ὁ ἵππος αὐτοῦ ὑπερπηδᾶν <ἀπεδειλία καὶ ἐκ> τούτου διώκλαζεν. ὅθεν ὁ μὲν Χρυσόχειρ τοῦ λοιποῦ ὁρᾶν τὸν Πουλλάδην οὐδ' ὅλως ἐφρόντιζεν, ἑώρα δὲ μᾶλλον κατέναντι αὐτοῦ, ἵνα μὴ τῷ τῆς τάφρου περιπέσειεν πτώματι· καὶ λαθραίως αὐτὸν ὁ Πουλλάδης κατὰ τὴν μασχάλην τιτρώσκει κοντῷ· οὗ τῇ πληγῇ ταραχθέντος ὁ ἵππος παρέσφηλέν τε καὶ αὐτὸν ἀπεκρήμνισεν. καταβὰς οὖν ὁ τῶν πρὸς θεραπείαν αὐτοῦ οἰκειότατος, ᾧ ∆ιακονίτζης τὸ φημιζόμενον, (ὃν Λέων ὁ ἀοίδιμος βασιλεὺς ἀλλοιωθέντα τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν ἐκ τῆς μυσαρᾶς θρησκείας τῶν Παυλιανιστῶν, προεχειρίσατο μηνσουράτωρα, ὅπερ φωνῇ Ῥωμαίων οὕτω προσαγορεύεται) καὶ τούτου τὴν κεφαλὴν βαστάξας ἠξίωσε κομιδῆς ταύτην ἐνθεὶς τοῖς αὐτοῦ γόνασιν· ὃν εὑρηκότες οἱ στρατηλάται κατέσχον καὶ διατεμόντες αὐτὴν σπουδαίως τῷ θεοστέπτῳ ἄνακτι Βασιλείῳ ὡς δῶρον ἀνέπεμψαν. 4.38 Περὶ δὲ τὰς κοινωφελεῖς πράξεις τοιούτως ὑπῆρχεν μεριμνηματικώτατος ὁ βασιλεὺς μετά γε πλείστων τῶν παρ' αὐτοῦ διαπεπραγμένων, ὥστε κατὰ τὸν ἐγκρατείας καιρὸν ἐπὶ ἑβδομάσιν αὐτῆς, μετὰ τὴν συγκλητικὴν τῶν βασιλείων ἀπαναχώρησιν, εἰσίεσθαι τῷ σεκρέτῳ, ἔνθα αἱ εἰσπράξεις τῶν δημοσίων πεφορολόγηνται, κἀκεῖσε τὰς συμπιπτούσας ἀμφισβητήσεις πραγματικῶς διαλύεσθαι. 4.39 Ἐν δὲ ταῖς κατὰ κυνηγεσίαν καὶ