1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

41

πυρπολήσεσιν ἐρειπώσας, κατὰ Τεφρικῆς ἀγωνίζεται, τινὶ χρόνῳ ἐνδιαρκέσας. ἧς ἀπρακτήσας ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν, καὶ τῷ ναῷ τῶν ἀρχιστρατήγων εἰσδύς, ὃς παρ' αὐτοῦ κατεσκεύαστο, αὐτοὺς ἱκετεύει ἐν συντριβῇ καρδίας καὶ στεναγμοῖς, μὴ πρὶν θεάσασθαι θάνατον, πρὶν ἂν διὰ ζωῆς σχοίη τὸν κατὰ Τεφρικὴν ὄλεθρον· καὶ αὖθις κατ' αὐτῶν ἔξεισι σὺν πολυπληθέσι στρατεύμασιν, ἐρημίαν πολλὴν αὐτοῖς ἐπαγόμενος. αὐτῆς δὲ διειργασμένης ἐν τῷ μεταξὺ οὐρανόθεν βρόμος τῶν φρικωδεστάτων προσπίπτει αὐτοῖς, ὡς ἐκ τούτου τὰς τῆς Τεφρικῆς ἱδρύσεις ἐκδεδινῆσθαι, καὶ τοῦ τοιούτου γε δείματος τοὺς ταύτης οἰκήτορας χάριν αὐτῶν θεόθεν τελεσθέντος καθυπειλῆφθαι. διὰ τοῦτο οἱ μὲν αὐτῶν τῷ βασιλεῖ προσεχώρουν ἐλέους δεόμενοι, οἱ δὲ πρὸς τὰ ἔνδον Συρίας μεταναστεύοντο, ὡς παρὰ μικρὸν ἐξ ἀμφοῖν τὴν πόλιν αὐτῶν ἐρήμην λαοῦ γεγονέναι, ἥτις κεκράτητο τοῦ ταύτης προστατοῦντος καταπτοηθέντος Χρυσόχειρος. 4.35 Οὗτος γὰρ ὁ ἀλαζὼν σὺν Καρβαίᾳ καὶ Καλλίστῳ πλεῖστα κακὰ Χριστιανοῖς τεκτηνάμενος, ὡς καὶ ὁ τούτου πατήρ, καὶ μέχρι Νικομηδείας καὶ Νικαίας αὐτῆς διελθών, ἀλλὰ μὴν καὶ εἰς τὸ τῶν Θρᾳκησίων θέμα διαδραμών, μέχρις Ἰωάννου τοῦ Θεολόγου τῆς ἐπαρχίας κατήντησεν, οὗτινος τῷ ναῷ οἱ σὺν αὐτῷ ἐντυχόντες εἰσήγαγον τά τε ἄλογα αὐτῶν καὶ λοιπὴν ἀποσκευήν, δυσμενῶς ἐνυβρίζοντες. πρὸς οὖν τὸν Χρυσόχειρα γράφει ὁ βασιλεὺς εἰρήνην συνθέσθαι, οἷα τὸν τρόπον εἰρηνικὸς ὑπάρχων καὶ εὔσπλαγχνος ὄντως, κατὰ λόγιον τὸ φάσκον· γίνεσθε πρὸς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Χριστὸς ἡμῖν ἑαυτὸν ἐχαρίσατο, καὶ αὐταρκεσθῆναι ἐφ' οἷς ἐπεπόνητο, εἰληφέναι τε παρ' αὐτοῦ χρυσόν τε καὶ ἄργυρον καὶ ἐσθῆτας, καὶ αἰχμαλωτίζειν καὶ κατασφάττειν Χριστιανοὺς ἀνακόψαι. ἀλλ' ὁ θρασύφρων καὶ ἄπιστος τοῖς εἰρηναίοις λόγοις οὐ πείθεται· διὸ καὶ ἀντιγράφει τῷ βασιλεῖ, ὡς εἴπερ ἐθέλοις, ὦ βασιλεῦ, μεθ' ἡμῶν εἰρήνην ἐπιτελέσαι, ἀπόστηθι τῆς κατ' ἀνατολὴν ἐξουσίας σου, τῆς δὲ πρὸς δύσιν ἀντέχου, καὶ εἰρηνεύσομεν μετὰ σοῦ· εἰ δὲ μή, σπεύσομεν ὅλως, ἵνα σε καὶ τῆς βασιλείας ἐξοστρακίσωμεν. τῆς οὖν ἀπονοίας αὐτοῦ ὁ βασιλεὺς διαισθόμενος ἐφιλοσόφησεν σιωπήν, μηδὲν ἔτι αὐτῷ ἀντιγεγραφώς. 4.36 ∆υσὶ δὲ χρόνοις παρελκυσθεῖσιν ὁ Χρυσόχειρ ἐξῆλθεν σὺν τοῖς ἰδίοις στρατεύμασι μέχρις Ἀγκύρας τῆς πόλεως καὶ αὐτῶν τῶν Κομμάτων, λαφυραγωγίαν ἑαυτῷ πολλὴν προσηκάμενος, καὶ ἐπάνεισιν. ὁ δὲ καθηγεμὼν τῶν σχολῶν διαστηματίζων μίλιον ἓν τὴν παραδρομὴν ἐσκευάζετο· ἐδεδοίκει γὰρ πλησιοφανῆ τὴν παραδρομὴν παραδείκνυσθαι. ὁ δὲ Χρυσόχειρ κατηντηκὼς τῷ τοῦ Χαρσιανοῦ θέματι εἰς Ἀγράνας ἐσκήνωται, εἰς τὸ Σίβορον δὲ ὁ δομέστικος· καὶ τοῖς στρατηγέταις τῶν τε Ἀρμενιακῶν καὶ τοῦ Χαρσιανοῦ προστέταχε διειπών· ἄρατε τοὺς ὑπὸ χεῖρα τελοῦντας ὑμῶν ἄρχοντας καὶ καλλίππους τινὰς καὶ δαπάνας ὡς ἡμερῶν ιβʹ, καὶ παρατρέχοιτε τὸν Χρυσόχειρα μέχρι τοῦ Βαθυρύακος· καὶ εἰ μὲν διαιρήσας λαὸν εὔπληκτον παραπέμψοι τῷ τῶν Ἀρμενιακῶν ἢ τῷ τοῦ Χαρσιανοῦ θέματι, κατάδηλον ἡμῖν τοῦτο ποιήσατε· ὅτε δὲ ἀποκινήσοι τοῦ Βαθυρύακος, ὑποστραφέντες ἥκετε πρὸς ἡμᾶς. ἀπελθὼν τοίνυν ἑσπέρας ὁ Χρυσόχειρ ἐσκήνωσεν κάτω, οἱ δὲ στρατηλάται εἰς τὸν ζυγὸν προσανέβησαν καὶ ηὐλίσθησαν εἴς τινα τόπον κατονομαζόμενον Ζωγολόηνον· οὗτος γάρ ἐστιν ἐκ πετρώδους συμπήξεως δυσανάβατος, ἐν ᾧ ὕλη πολύδενδρος πέφυκεν. τῶν οὖν εἰρημένων στρατηλατῶν ἐκεῖσε διαναπαυσαμένων φιλονεικία τις ἀνέκυψεν ἀνδρικὴ τῶν ἀρχόντων ἀλλήλοις ἀντεριζόντων, τίνες ἂν εἶεν κρείττους, πότερον οἱ ἀπὸ τοῦ τῶν Ἀρμενιακῶν θέματος ἢ τοῦ Χαρσιανοῦ ὡρμημένοι. τῶν οὖν Χαρσιανιτῶν φιλονεικούντων τὰ πρεσβεῖα ἑαυτοῖς τῆς ἀνδρείας ἐπιδοῦναι ἢ τοῖς ἑτέροις, οἱ Ἀρμενιακοὶ εἶπον πρὸς αὐτούς· τί φιλονεικεῖν ἔτι περὶ ἀνδρείας ἐκ λόγων βουλόμεθα; πρακτικῶς τοῖς πολεμίοις παρεμβάλωμεν ἄμφω· καὶ τότε φανερωθείη ἕκαστος ἡμῶν, ὁποῖος ἑτέρου καθέστηκεν ἀνδρειότερος. οἱ δὲ στρατηγέται διακηκοότες περὶ τῆς ἁμίλλης αὐτῶν,