1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

2

οἰκείων ὑπηρετῶν. τοῦ δὲ βασιλέως οὐδὲν τῶν ἐναντίων ὑφορωμένου, ἀπολογισμοί τινες παρ' αὐτοῦ τῷ Ἐξαβουλίῳ προὐτίθεντο, ὡς μὴ τυραννήσειν ποτὲ βουληθησομένου τοῦ Λέοντος. ἀπῄει τοιγαροῦν ὁ αὐτοκράτωρ πρὸς τὰ βασίλεια, οὗ μετ' οὐ πολὺ καὶ ἡ τοῦ τυράννου Λέοντος ἀνάρρησις διηγγέλλετο. πρὸς τοῦτο τοῦ βασιλέως Μιχαὴλ δυσχεραίνοντος, παρῄνουν τινὲς αὐτῷ πᾶσι τρόποις τῷ τυράννῳ στερρῶς ἀντιτάξασθαι· ὁ δὲ γαλήνιος ὢν τῇ γνώμῃ καὶ οὐχ αἱμοχαρὴς τὴν προαίρεσιν, ἀπεῖργε πάντας μιαιφονίας, τῷ τοῦ θεοῦ προστάγματι εὐγνωμόνως ἐπικλινόμενος, καὶ τοσοῦτον, ὥστε καί τινα τῆς κατοικιδίου θεραπείας αὐτοῦ, τὸν ἐξάρχοντα, στεῖλαι πρὸς Λέοντα μετὰ καὶ βασιλικῶν συμβόλων, προτρέψαι τε καὶ τὴν σύγκλητον ἀπιέναι πρὸς τὴν τούτου ἀπάντησιν, ὡς μή τινα ῥανίδα Χριστιανικοῦ αἵματος ἐκχεθῆναι αὐτοῦ ἕνεκα. ἐφ' ὅτῳ τὴν ἑαυτοῦ γαμετὴν Προκοπίαν ζηλοτυπήσασαν τοιοῦτον εἰπεῖν· δεινόν γε δεινόν, ἐὰν ἡ τοῦ τυράννου σύζυγος Λέοντος περιβάλοιτο τὸν μοδίολον, Βάρκαν αὐτὴν ὀνομάσασα. ὁ δὲ ταύτην φρονίμοις λόγοις ἀποκρουσάμενος εἴρηκεν· καλὸν τῇ τοῦ κυρίου δοκήσει συνέπεσθαι τὰ γινόμενα. 1.4 Τοῦ δὲ τυράννου καταλαβόντος διὰ τῆς Χρυσῆς πύλης τὸν τοῦ Προδρόμου ναόν, ὃν ἐδείματο Στούδιος, πολλοὶ τῆς γερουσίας ἢ καὶ σχεδὸν ἅπαντες προσῄεσαν αὐτῷ, ὃν καὶ δορυφοροῦντες μετὰ τοῦ συνεπομένου ὄχλου τοῖς βασιλείοις ἀπήγαγον. καὶ δὴ εἰσιὼν καὶ πρὸ τῶν χαλκηλάτων ἐπιστὰς πυλῶν, ἐπὶ τῷ κατ' ἐπιφάνειαν κυκλικῷ τε καὶ περιπορφύρῳ μαρμάρῳ, εὐχὴν χαριστήριον ἀποδώσων τῷ ἐκεῖσε Χριστοῦ τοῦ θεοῦ εἰκονίσματι, εἴτε ἀληθείᾳ εἴτε προσχήματι, ἐκδιδύσκεται τὴν ἐσθῆτα ἣν ἐπεβέβλητο, ἔνδυσιν ῥοδοειδέσι χροιαῖς ἀετίζουσαν, ἣν κολόβιον τῇ ἐγχωρίῳ ῥήσει προσονομάζουσιν, καὶ ταύτην ἀνειμένην ζωστῆρος κατὰ τὸ ἔκπαλαι τηρηθὲν ἔθος τοῖς στρατηλάταις Μιχαὴλ τῶν αὐτοῦ ἱπποκόμων πρωτάρχῳ περιφανῶς ἐπιδίδωσιν. τοῦ δὲ ταύτην ἐξαυτῆς ἀναβαλλομένου εἰς οἰωνὸν μετὰ Λέοντα βασιλικῆς ἐπιβάσεως τοῖς εἰδόσι λελόγιστο. περὶ δέ τινα τοῦ παλατίου χῶρον, οὗ ἐπώνυμον τὰ Σκῦλα, ὁ Μιχαὴλ τῆς ἐσθῆτος τοῦ Λέοντος τὸ ἄκρον ἐπιβάσει καθύβρισεν, εἴτε ἐκ προπετείας τοῦτο καταπραξάμενος, εἴτε τῆς ἄνω προνοίας τὸ μέλλον προχαραττούσης. ἐν συναισθήσει δὲ τούτου Λέων γενόμενος νεωτερισμόν τινα παρ' αὐτοῦ ἔσεσθαι <πρὸς> ἑαυτὸν οἰωνίσατο. 1.5 Καὶ δὴ τοῖς εἴσω τῶν βασιλείων χωρήσαντος Λέοντος, εὐθέως τὰς τρίχας κειράμενοι Μιχαήλ τε ὁ βασιλεὺς καὶ ἡ τούτου γε σύνευνος σὺν παισὶν ἱκέται ἐλεεινοὶ τῷ εὐκτηρίῳ οἴκῳ τῆς ὑπεραγίας Θεοτόκου, ὃς Φάρος κατονομάζεται, δείκνυνται, εὐμενίας τινὸς ἀξιοῦντες τυχεῖν. ὁ δὲ τῇ δυσωπήσει ἐπιπειθὴς γεγονὼς ἄνεσιν ζωῆς αὐτοῖς ἐδικαίωσεν, πέμπει τε τὸν Μιχαὴλ ἔν τινι φροντιστηρίῳ διατελεῖν τῷ μονήρει βίῳ συμφρασσόμενον, ᾧ κατ' ἔτος χρυσοῦ δωρεὰν κατά τινα προθεσμίαν ἐδαψιλεύετο· τὴν δὲ γαμετὴν καὶ τὰ τέκνα τούτου διέστησεν, ἐξ ὧν τὸν Ἰγνάτιον εὐνουχίᾳ κατέκρινεν. 1.6 Ὡς δὲ τῶν βασιλείας ἡνιῶν ὁ Λέων ἐδράξατο, τὰ μεμυημένα Βαρδανίῳ τῷ πατρικίῳ, ᾧ Τοῦρκος ἐπίκλησις, περὶ αὐτοῦ εἰς φῶς διανέκυπτεν. οὗτος γοῦν ὁ Βαρδάνιος, ὅτε τοῦ τῆς ἀνατολῆς ἐξηγεῖτο θέματος, βασιλειῶν ἄγαν διὰ φροντίδος ἐν ἑαυτῷ εἶχεν ἐπίθεσιν ὥστε τῆς βασιλείας ἐπιλαβέσθαι· ὅθεν ταύτην μοναχῷ τῶν ἐπειλημμένων προγνώσεως περιεσκεμμένως προσανετίθει, τὴν διατριβὴν ποιουμένῳ πρός τινα χῶρον τοῦ Φιλομηλίου, συνίστορα τοῦ τοιούτου βουλεύματος κεκτημένος τὸν Λέοντα, ἄνδρα πολλοῖς ἐμπρέψαντα γενναιότητος προτερήμασιν, ἀνδρικὸν τὴν ὄψιν καὶ βλοσυρωπὸν τὸ κατάστημα, μεσήλικα καὶ εὐόμιλον ἐκτραφέντα τε τοῦ αὐτοῦ θέματος ἐπί τινι τόπῳ Πίδρᾳ προσονομαζομένῳ, σὺν αὐτῷ δὲ καὶ Μιχαὴλ τὸν ἐξ Ἀμορίου τυγχάνοντα, ᾧ τὸ τῆς γλώττης παράσημον ἐγεγένητο, μεθ' ὧν καὶ Θωμᾶν τὸν ἀπὸ λίμνης Γαζουροῦ, καὶ αὐτὸν ἐξ Ἀρμενίων τὸ γένος κατάγοντα, ἀλλὰ μὴν καὶ ἀνδρεῖον καὶ πολυπραγμονέστατον. τοῦ οὖν Βαρδανίου προσιόντος γε τῷ μονάζοντι, πάντα πρὸς αὐτοῦ τὰ τῆς διανοίας ἀνακαλύπτεσθαι βουλήματα λέγεται, καὶ