1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

15

κατ' αὐχένα πατήσας αὐτὸν χειρῶν ἄμφω καὶ ποδῶν στερηθῆναι κελεύει, ἐπὶ κοντοῦ τε ἀναρτᾶσθαι πρὸς τούτῳ. ποινηλατούμενος δὲ ὁ δείλαιος οὕτως ἐβόα μέγα· ἐλέησόν με, ἀληθῶς βασιλεῦ. ἐρομένου δὲ τοῦ βασιλέως αὐτόν, εἴ τινες εἶεν κρυφίως συνεγνωκότες τῆς ἀπονοίας αὐτῷ, τάχα ἂν πολλῶν κατεῖπεν ψευδῶς τῶν βασιλικῶν φίλων· ἀλλ' Ἰωάννης ἀνὴρ ἐπίκλησιν Ἐξαβούλιος, ἐν πατρικίοις τελῶν, τὸν τύραννον ἐπέσχεν εἰπεῖν, φήσας τῷ βασιλεῖ, ὡς οὐ δέον κατὰ φίλων πιστεύειν ἐχθροῖς. ἀλλ' ὁ μὲν τύραννος οὕτως δυστυχῶς καταστρέφει τὸν βίον μηνὸς Ὀκτωβρίου μεσοῦντος ἤδη· εὐθὺς δὲ καὶ Ἀναστάσιον <οἱ> ἐκ Βύζης, ἐπειδὴ τὸν ἀποστάτην ἔμαθον ἀνῃρῆσθαι, πεδήσαντες χεῖρας καὶ πόδας πρὸς βασιλέα κομίζουσιν, ὅντινα δὴ τῇ αὐτῇ τοῦ ψευδωνύμου πατρὸς καταδικάζει ποινῇ. 2.9 Ἐπεὶ δέ τινες τῶν τοῦ τυράννου τὴν καλουμένην Πάνιον κατασχόντες πόλιν, ἄρτι μὲν τούτου ἀπεφθορότος, εἰς τὸ πολεμεῖν βασιλεῖ διέγνωσαν καταστῆναι, πρὸς ἣν ἐλθὼν ὁ βασιλεὺς Μιχαὴλ καὶ λόγους εἰρηνικοὺς προτεινόμενος οὐδαμῶς πείθει καταθέσθαι τὰ ὅπλα, γίνεται δή τι θεόθεν σημεῖον αὐτοῖς· σεισμὸς γὰρ σφοδρὸς τό τε τεῖχος κατέβαλεν καὶ τοῖς τοῦ βασιλέως τὴν εἰς πόλιν δέδωκεν πάροδον· ὃ τοῖς σεισμοσκόποις σημεῖον ἥττης, ὅθεν γεγένηται τοῦτο. ἀλλὰ δὴ καὶ Ἡράκλεια ἡ πάλαι Πέρινθος καλουμένη, τὰ τοῦ τυράννου λίαν νοσοῦσα, πρὸς τὴν διὰ τῶν τοῦ βασιλέως λόγων θεραπείαν ἀντέσχεν· ὅθεν δὴ τῆς ἐκ τοῦ θαλαττίου μέρους τοῦ τείχους ἐπιδρομῆς τῶν βασιλικῶν πειραθεῖσα στρατιωτῶν ἁλίσκεταί τε καὶ τῆς τυραννικῆς ἀπαλλάττεται νόσου ἀναιμωτὶ καθάπαξ ὑπὸ τῶν ἐναντίων ληφθεῖσα. ἐντεῦθεν δὴ βασιλεὺς πάντα κατήκοα λαβὼν ἑαυτοῦ πρὸς τὴν βασιλίδα πόλιν ὑπονοστεῖ, καὶ ἱππικὴν ἐπιτελέσας ἁμίλλησιν οὐδὲν ἀνήκεστον τοῖς στασιώταις ποιεῖται, πλὴν τοῦ διὰ μέσης τῆς ἱπποδρομίας εἰς τὰ ὀπίσω δεδεμένους τὰς χεῖρας ἰέναι, καί τινας εὐθὺς φυγαδεῦσαι αὐτῶν. καὶ οὕτω θριαμβεύει τὴν νίκην. 2.10 Ἐπὶ χρόνου δὲ ἐν ᾧ ἀποστασία προβεβήκει ἡ Θωμᾶ, ἀδεῶς ἀπὸ Ἱσπανίας Ἀγαρηνοὶ ἐδῄουν τὴν Ῥωμαΐτιδα γῆν σὺν δέκα περικαμπέσι ναυσί, κατὰ δέ τινας κʹ, τρόπῳ τοιῷδε. προσώχθισαν τῇ χώρᾳ αὐτῶν διὰ τὸ μὴ πιοτάτην ὑπάρχειν καὶ εὔφορον, καὶ πρὸς τὸν ἀρχηγὸν αὐτῶν εἶπον Ἀπόχαψ· ἆρον ἡμᾶς τῶν ἐντεῦθεν καὶ ἀπάγαγε εἰς εὔγειον τόπον, καὶ εὐζωῶμεν ἐκεῖσε. ὧν τοῖς λόγοις παρακληθεὶς γενναίων ἀνδρῶν καὶ εὐόπλων στόλον εὐτρέπισεν, ἐξ ὧν πασῶν νήσων ἐκράτησεν, ὥστε καὶ τῆς Κρήτης αὐτῆς· ταύτην γὰρ λαῷ εὐζώνῳ ἐπηρεάσας ἐξῃχμαλώτισεν καὶ πολλὴν λαφυραγωγίαν εἰσεποιήσατο, καὶ ἀκριβῶς ἀναμεμαθηκὼς τὸν χῶρον ἐπαλινόστησεν. τῷ δὲ ἐπιόντι καιρῷ μʹ ναῦς ὁ Ἀπόχαψ ἐπισκευασάμενος ἐν ταύτῃ κατῆρεν, καὶ τῷ ἀκρωτηρίῳ ταύτης προσέβαλεν καὶ προσωρμίσθη τῷ Χάρακι. διωρίσατο δὲ τῷ ὑπ' αὐτὸν λαῷ, ὅπως ἑκάστῳ τῶν πλοίων ἀνὰ εἴκοσι ἀνδρῶν καταλίποιεν, οἱ δὲ πάντες ἄλλοι εἰς τὸ τὴν νῆσον ληΐζεσθαι προσχωρήσειαν ἐπὶ ἡμέρας γε ιβʹ. ἀποκινήσαντος δὲ τοῦ λαοῦ πρὸς τὴν τοιαύτην ἐγχείρησιν, ταύταις ἐνέβαλε πῦρ καὶ ὁλικῶς ἐπυρπόλησεν. ἐφευρηκότες δὲ ταύτας ᾐθαλωμένας στασιάζειν κατὰ τοῦ ἀρχηγοῦ αὐτῶν τετολμήκασιν. καὶ ἀπολελόγητο πρὸς αὐτοὺς, ὅτι τῇ προτεραίᾳ κατεγογγύζετέ μου, ὦ ἄνδρες ὁμόφυλοι, μὴ μεταναστεύειν ὑμᾶς πρὸς εὐζωΐαν βεβουλημένου· καὶ διὰ τοῦτο ἤγαγον ὑμᾶς ἐνταυθοῖ, ἐν ᾧ γάλακτος καὶ μέλιτός ἐστιν ἀπορρώξ. οἱ δὲ ἀντεῖπον αὐτῷ· καὶ ποῦ δὴ τέκνα ἡμῶν καὶ γυναῖκας εὑρήσομεν; ὁ δὲ πρὸς αὐτούς· ἴστε, ὅτι αἰχμαλωσίαν ἑαυτοῖς πλείστην ἠνέγκατε· ἐκ ταύτης οὖν ὑμῖν γυναῖκας ἁρμόσασθε. καὶ οὗτος ὁ λόγος ἀρεστὸς ἐφάνη αὐτοῖς, καὶ τοῦ στασιασμοῦ κατευνάσθησαν, καὶ πυκνοῖς σκόλοψι χάρακα περιέθεντο πρὸς ὀχυρότητα ἑαυτῶν διαρκεῖν ἐν αὐτῷ· ἀφ' οὗ ὁ τόπος μέχρι τῆς δεῦρο Χάραξ προσονομάζεται. μοναστὴς δέ τις μετέπειτα προσφοιτήσας τῇ νήσῳ ἔφη αὐτοῖς, ὅτι εἴπερ ὅλως ἐθέλοιτε καταδυναστεῦσαι τῆς νήσου, ἀκολουθήσατέ μοι· καὶ ὅποι στοχασάμενος παραδείξω ὑμῖν ἐπιτηδειότητα κτίσεως, ἐκεῖσε πόλιν