1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

8

ἀπειλὴν ἐπερρίπιζεν. ταῦτα προσεδρεῦον τῷ Μιχαὴλ εὐνουχικὸν παιδάριον κρύφα τεθέατο, ὅπερ τὸν εἰσιόντα βασιλέα οὐκ ἄλλοθεν ἢ ἀπὸ τῶν βασιλικῶν ἐκ κόκκου πεδίλων διέγνωκεν ὑπὸ τὴν κλίνην ὑφέρπον (ἐκεῖ γὰρ τῷ βασιλεῖ διεκέκρυπτο)· μετὰ γοῦν τὴν ἄφιξιν τοῦ βασιλέως τῷ τε ἰδίῳ δεσπότῃ Μιχαήλ, ἀλλὰ μὴν καὶ τῷ παπίᾳ ἅπαντα τὰ συμβεβηκότα διέλεξεν. τούτων κατήκοος γεγονὼς ὁ παπίας καὶ ἀμέτρῳ κατασχεθεὶς δείματι σὺν αὐτῷ Μιχαὴλ βουλὴν δοκίμην ἐπισκευάζουσιν. προφασίζεται ὁ Μιχαὴλ τῶν κατὰ ψυχὴν ὀφλημάτων ἄγαν κεκτῆσθαι διὰ φροντίδος, ὡς ἄν τινι τῶν εὐαγῶν ταῦτα ἀνάθοιτο διά τινος τῶν ὑπηρετουμένων αὐτῷ πιστοτάτου Θεοκτίστου, ὃς μετὰ ταῦτα τῷ τοῦ πατρι κίου περιβλέπτῳ τετίμητο ἀξιώματι καὶ τὴν ἐπὶ τοῦ βασιλικοῦ καλάμου ἐγκεχείριστο πρόνοιαν, δι' οὗ κανίκλειος ἐδοξάζετο, ἐφ' ᾧ καὶ τὰ τῆς ἐπιτροπείας τοῦ Μιχαὴλ ὡς εὐγνώμονι ἐβεβαίωτο. τότε δὲ τὸ κατὰ τὴν αἴτησιν τῆς προφάσεως πέρας ἀπήρτητο βασιλικῆς ἐκ διατάξεως, καὶ τὸ σκαιώρημα εἰς ἔργον προέβαινεν. ἀκριβολογησάμενος γὰρ τῷ Θεοκτίστῳ ὁ Μιχαὴλ τὰ τῆς ἐπιθέσεως, καὶ διαπορθμεύσας κρυφιομύστως τοῖς κεκοινωνηκόσιν αὐτῷ τῆς ἐνέδρας βαθεῖαν διάσκεψιν, ἐπισχυρίζεται κατ' αὐτῶν τὴν κοινωνίαν φωράσαι τῷ ἄνακτι, εἴπερ καταμελήσειαν ἄρτι τῆς ἐγχειρήσεως. 1.20 Ἐντεῦθεν κοινὴν βουλὴν ἐπισκευασάμενοι τοιῶσδε τὸ ἐγχείρημα συντιθέασιν, παρεισδῦναι νύκτωρ διὰ τῆς Ἐλεφαντίνης πύλης, καθ' ὃ τὰ τῆς δοξολογίας θεῷ ἀφιέρωτο, ὡς ἱερεῖς ὑποκριθησόμενοι τοῖς ἐπενδύμασιν ξίφη τε λαθραίως χειρισόμενοι, εἶθ' οὕτως πρὸς μέρος τὸ δεξιὸν ποιήσασθαι τὴν ἀπόνευσιν καὶ ἐπιθέσθαι τῷ βασιλεῖ. παλαιὸς γάρ τις τύπος διεδεδραμήκει, ἐκτὸς τῶν βασιλείων τοὺς ἱερεῖς νυκτὶ διακαρτερεῖν μέχρι τῆς πρὸς ὄρθρον διωρισμένης αὐτοῖς εἰσελεύσεως. ὡς ἱερεῖς ὅθεν οἱ στασιῶται εἰσῄεσαν, τοῖς ἀληθέσιν ἑπόμενοι· καὶ οἱ μὲν ἱερεῖς εἰσήλθοσαν τῷ εὐκτηρίῳ ναῷ, οἱ δὲ περιλειφθέντες ζοφώδει χώρῳ λεληθότως προσήδρευον, ὡς ἂν εὐκαίρως ἐπίθωνται τῷ βασιλεῖ. τοῦ δὲ ὀρθρίου ὕμνου ἐνστάντος, πρὸς τὸ εἰωθὸς καταίρει βασιλεὺς τῷ ναῷ. ἡ ὥρα τῇ ἕῳ παρέθηγεν τὸν λόχον δημοσιεύουσα, εἰ μὴ τόλμα τῶν ἐπιτιθεμένων τὸν θρίαμβον ἀνερρίπισεν. αὐτίκα γὰρ ζέοντι καὶ τομῷ θάρσει ξιφήρεις παρὰ τὸν σκοπὸν ἐναυτομολήσαντες κατὰ τοῦ τῶν ἱερέων ἐξάρχου τὰ ξίφη προέτειναν, τὸν βασιλέα τοῦτον ὑπάρχειν εἰκάσαντες ἐκ τοῦ τότε προσπεσόντος σχήματος ἀποπλανηθέντες· χειμῶνος γὰρ δριμυτάτου καθεστηκότος ὁ μὲν βασιλεὺς κατὰ τὴν κεφαλὴν ἐκέχρητο διανεστηκότι καλύμματι, τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ τοῦ τῶν ἱερέων καταλόγου προηγούμενος· ἐξ οὗ συνέβαινεν ὄντως τοῖς στασιώταις κατ' αὐτοῦ τὴν ἐγχείρησιν ἐπιδείξασθαι. ὃς τῇ ἀθρόᾳ φορᾷ τῶν ἐπιτιθεμένων καταπλαγεὶς σφοδρὸν ἀνεβόησεν, ἕτερον εἶναι τὸν βασιλέα, πρὸς ὃν τὴν ὁρμὴν ἀπῃώρησαν. διὸ καὶ τὴν κεφαλὴν ἀπεγύμνωσεν οἷα καταφανὲς γνώρισμα (φαλάκρωμα γὰρ αὐτῷ περιΐστατο), ἵνα μὴ τὴν τομὴν ἐκ τοῦ παρείκοντος ἐπισπάσοιτο. οὐκοῦν ὁ βασιλεὺς εἰσῄει τῷ ἱλαστηρίῳ περιτυχών, καὶ τούτου τὸν σταυρὸν ἢ κατά τινας τὴν τοῦ θυμιατηρίου κρεμάθραν δραξάμενος, ἐξαπορῶν τινος ἀμυντηρίου ὀργάνου, ἀντιτάξασθαι ἔμελλεν. ὅμως καταφανὴς γενόμενος τοῖς αὐτὸν διαχειρισομένοις, αὐθωρὸν τοῖς ξίφεσιν ἐκερμάτιζον σταυρὸν ἐν χερσὶ κατέχοντα, ὡς ἐκ τούτου γε τὴν τομὴν ἀποπέμψασθαι. ἧς χάριν πρός τινα τῶν μιαιφόνων, ὑπερμεγέθη ἄνδρα, ᾧ τὸ ἓν καὶ ἥμισυ κατὰ τὸ γιγάντειον προσωνομάζετο μέγεθος, ἐπεφθέγξατο ὅρκῳ περιδεσμῶν οὗ ἐπελάβετο. ἀλλ' ἀμείλικτον ὄπα κατὰ τοὺς Ἀντιμάχου παῖδας διήκουσεν, ἀντειπόντα ἐνόρκως αὐτῷ μηκέτι βιώσεσθαι. καὶ εὐθέως τῇ κατακλεῖδι τὴν σπάθην καθεὶς τὴν χεῖρα διέσπασεν, ὥστε καὶ τὸ σταυρικὸν σχεδόν τι κέρας διακοπῆναι· εἶθ' οὕτως αὐτὸν καὶ τῆς κεφαλῆς ἀπετύχισεν. κατ' αὐτὴν δὲ τὴν ὥραν φωνή τις ἀερόθεν ἐνήλατο ποντοποροῦσι ναυτίλοις, ὡς Λέων ὁ βασιλεὺς τῇδε διαπεφώνηκεν· οἳ συμβαλόντες τὴν ἀκοὴν τήν τε νύκτα μετὰ τοῦτο καὶ ὥραν καθ' ἑαυτοὺς ἐννοήσαντες τὸ ἀληθὲς