1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

30

κατευνάζειν ἐπεχείρει τοὺς ἐπιόντας κατὰ Θεοκτίστου, κατὰ τὸ μᾶλλον ἱκετευόμενος. ὡς δὲ τὰ τῆς σωτηρίας Θεοκτίστου ἐν τῇ δυνάμει τοῦ βοηθοῦ διητόνει, τῆς ἀνάγκης κορυφουμένης, ἐπείπερ δύναμις ἀνάγκης ἐγγύθι ναίει καὶ τὸ τῆς ἀνάγκης ἔστ' ἀδήριτον σθένος κατὰ τὰ λόγια, ἐξίσταται τῶν πυλῶν, καὶ τοῖς εἴσω ῥύδην προσκεχωρήκεσαν. καί τις αὐτῶν ὑπεισέρχεται τῇ καθέδρᾳ, καθ' ἣν ὁ Θεόκτιστος ὑποκέκρυπται, καὶ ἐκεῖσε τὴν διὰ ξίφους τελευταίαν τομὴν αὐτῷ ἐγγαστρίζεται. ἐντεῦθεν εἰπεῖν τῷ Βάρδᾳ τὸν Μανουὴλ σιβυλλαίνοντα· σπάθην γυμνώσας, Βάρδα, τοῖς ἀνακτόροις, σαυτῷ γυμνώσεις εἰς τομὴν τοῦ σαρκίου. 4.11 Καὶ μετὰ βραχὺ τὰ κατὰ τὴν δέσποιναν ἐκταράττεται· διὸ σὺν ταῖς ἑαυτῆς θυγατράσι τῆς πρὸς τὸν υἱὸν ὁμοτιμίας ἐκπεπτωκυῖα τοῦ παλατίου ἐξοστρακίζεται καὶ τῇ τῶν Γαστρίων προσονομαζομένῃ μονῇ κατοικίζεται, καὶ τῷ μοναχικῷ μεταμείβονται σχήματι. ὅτε δὲ αὕτη προέγνω τὰ κατ' αὐτὴν συμβησόμενα, προσκαλεσαμένη τὴν σύγκλητον καὶ τὸ ἐν τῷ ταμείῳ χρῆμα κατεμφανίσασα τὸ τούτου ποσὸν διωρίζετο α κεντηναρίων πρὸς τοῖς ἐνενήκοντα διὰ χαράγματος τοῦ χρυσοῦ, ὡσαύτως καὶ ἀργυρίου ὡσεὶ κεντηναρίων τριῶν <χιλιάδων>· ὧν τὸ μὲν κατὰ διαθήκας παρῆκεν ὁ ταύτης ἀνήρ, τὸ δὲ κατὰ προσθήκην [ὃ] αὐτὴ συνέλεξεν. ἐπὶ τῇ καταβάσει δὲ δυσχεραίνουσα τῷ υἱῷ προσενείρει τὸ ἐξ ἀπαιδευσίας πολυανάλωτον, ἔτι δὲ καὶ ἐκ τούτου τὸν ἄφυκτον ὄλεθρον. 4.12 Αἱ δὲ αὐτοκρατορικαὶ ἡνίαι μόνῳ τῷ Μιχαὴλ προσανήρτηνται, καὶ ἐξ ἑτοίμου ὁ Βάρδας, οἷα πρὸς γένους τῷ βασιλεῖ ὤν, προσῳκείωτο, οὐχ ἧττον δὲ καὶ ἐκ τοῦ τοιούτου τολμήματος. διὰ ταῦτα καὶ τὴν τοῦ καίσαρος δόξαν προσπορίσασθαι ἑαυτῷ κατεφαίνετο εὔλογον, ἀλλὰ <μὴν> καὶ πρὸς τὴν αὐτοῦ ἀσφάλειαν προσεχέστερον, εἰ καὶ ταύτης διήμαρτεν· οὕτως γὰρ αὐτῷ Φιλόθεός τις τῶν αὐτοῦ λίαν γνωστὸς καὶ τὴν τοῦ πρωτοσπαθαρίου ὑπέχων τιμὴν ἐβεβούλευτο. ὁ δὲ Βάρδας τὴν καίσαρος εὔκλειαν εἰληφὼς πολλοῖς ἐδεδραστηρίωτο κατορθώμασιν, ὡς ἐντεῦθεν αὐτῷ τὰ τῆς καισαρείας ἐπαύξοιτο κἀκεῖθεν, ὥς φασι, τῆς βασιλείας ἐπαναβήσοιτο. 4.13 Τῶν δὲ δυσσεβῶν Ἰσμαηλιτῶν ἐπηρεαζόντων Ῥωμαίους, ἐξηγουμένου αὐτῶν κατὰ Μελιτηνὴν τοῦ Ἄμερ, οὐκ ἐκλελύσθαι τοσοῦτον ὁ βασιλεὺς ἐβεβούλητο, ἀνδρικῆς ἐμπράκτου μεταποιούμενος καταστάσεως. διὸ καὶ εἰς τὰ Σαμόσατα πολεμικῶς προβιβάζεται, πόλιν Ἰσμαηλίτιδα. καθ' ἣν προσεδρεύσας ἐπὶ ἡμέραις τρισὶν μέχρι τε τῆς κυρίας ἐλθὼν παρ' αὐτῇ τὰ κατὰ λειτουργίαν Χριστιανῶν ἀνατίθησι, μετασχεῖν μέλλων τῆς ἀναιμάκτου πληρότητος. καὶ κατ' αὐτήν γε τὴν ὥραν ἐξαίφνης τὰς πύλας οἱ Ἀγαρηνοὶ ἀνεῴξαντες ἐξεληλύθεσαν καὶ εὐχερῶς εἰς τροπὴν τὸν ἄνακτα διεκρούσαντο καὶ τοσοῦτον ἀπήλασαν, ὡς καὶ τὰς σκηνὰς αὐτοῦ καὶ πᾶν ἄλλο τι τῶν πρὸς χρείαν σκευῶν σφετερίσασθαι, τοῦ βασιλέως μόλις ἀνασωθέντος. 4.14 Εἶτα χρόνων δύο παριππευσάντων Ἄμερ σὺν μυριάσι τρισὶ αὐθαδῶς ἐκστρατεύεται. καὶ Μιχαὴλ ἐν πρώτοις Θρᾷκας καὶ Μακεδόνας σὺν λοιποῖς θεμάτων στρατεύμασι μέχρι τετράδος δεκαδικῆς χιλιάδος συλλεξάμενος διεξῄει, καὶ καταλαβών τινα χῶρον, ᾧ ἐπώνυμον ∆αζυμών, ἐκεῖσε σκηνοῦται εἴς τι λιβάδιον κατωνομασμένον Κελλάριον. ὁ δὲ Ἄμερ στρατηγικῶς παρεκβατικώτερον διελθὼν τῆς ἀπαγούσης ὁδοῦ πρὸς τὴν Ζέλισαν, ἀπῄει πρὸς τὸ Χωνάριον, ἐν τούτῳ τε πόλεμον πρὸς Ῥωμαίους ἀράμενος, αὐτίκα πρὸς αὐτοῦ τροποῦται ὁ βασιλεὺς φυγαδείας ἐπιλαβόμενος μιλίων ἕως ἕξ. ἐντεῦθεν τοῦ δρόμου τῶν βασιλικῶν ἵππων ἀτονησάντων καὶ τοῦ συμφυγαδευομένου λαοῦ, καὶ μάλιστα διὰ τὸ παρεῖναι δυσφόρητον καύσετον ἐκ τῆς καιρικῆς διαθέσεως, λυσιτελείας ἡγοῦνται σκοπὸν ἀναβεβηκέναι πρός τι ὄρος πέτραις τραχέσιν ἀντίτυ πον καὶ παρόδῳ δύσβατον, ὃ Ἀνζῆς κατωνόμασται. τοῦτο δήπερ ὁ βασιλεὺς κατασχὼν ἐναυλίζεται· ὁ δὲ Ἄμερ γυρώσας αὐτὸν παρεντίθεται. καὶ διὰ τοῦτο μάχης σφοδρᾶς ἐκ τοῦ σύνεγγυς ἀμφοτέρων συγκροτηθείσης ἡ τῶν ἐναντίων ἰσχὺς τῆς βασιλικῆς ἂν περιγέγονεν σοβαρευομένη πανωλεθρίαν (τοσοῦτον γὰρ ἐκρατύνετο),