1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

34

πνεύματος πυκνουμένου τῇ συμπιλήσει τοῦ ἔξω παχυνομένου, εἶτα τῷ τραυματιῶντι μέρει πλέον δριμύσσεται, συνελαυνομένης ἐκεῖσε πάσης τῆς χαλεπότητος. οὕτως ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ πανόλβιος, εἰ καὶ εὐνουχίᾳ καὶ γήρει πολυειδῶς μεμαλάκιστο, οὐκ ἐφθέγξατο πρὸς τὸν κύριον πονηρὸν ὑπὲρ ὧν ἐπεπόνθει, οὐκ ἐκείνοις ἐνδόσιμον, οὐκ ἀμφίβολον, οὐ κατὰ τοὺς ἑταίρους τοῦ ἐξ Ἰθάκης συνέκρινεν· βέλτερον <ἢ> ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι, ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι, ἤτοι τῇ πρὸς τὸν καίσαρα. οὐκ ἦν γὰρ αὐτῷ ἐπ' ἔλαττον ἡ πάλη πρὸς σάρκα καὶ αἷμα τῆς πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ σκότους τοῦ αἰῶνος τούτου, ἢ μᾶλλον εἰπεῖν κατὰ τὸ μέγιστον ἴσος ὁ ἀγὼν ἐπ' ἀμφότερα. τοιγαροῦν τινα διανίστησι <κύριος> τῶν συνόντων τῷ μακαρίῳ κατὰ φρουράν, οὐ πρὸς πήμανσιν, ἀλλὰ παρηγορίαν, ὡς δι' αὐτὸν κινδυνεύοντι. Κωνσταντῖνος ἦν ὁ Ἀρμένιος, οὗ πολλάκις κατὰ μνείαν κατέστην. οὗτος πάνυ κρύφα βαστάζων τι ἀγγείδιον ἐξ ὑέλου ἔμπλεον οἴνου, πρὸς ἐπὶ τούτῳ καὶ ἄρτον, ἔστιν ὅτε καὶ μῆλα, τῶν κακοποιῶν ἀνδρῶν τὴν ὑποχώρησιν πρὸς μικρὸν ἐμεθόδευεν, καὶ τῷ ὁσίῳ εἰσῄει καὶ τοῦ λάρνακος αὐτὸν κατεβίβαζεν, καὶ παρεῖχεν τὸν ἔλεον, ἀποκουφίζων κἂν ἐπ' ὀλίγον τῆς συμφορᾶς, μέχρι τῆς ἐκείνων ἐλεύσεως. ᾧ πολλὴν τὴν εὐχαριστίαν ἠμείβετο μετὰ τὴν τῶν κακῶν λύτρωσιν· οὐ γὰρ ὡς καίσαρος ὤν, εἰ καὶ τῶν οἰκείων, τοῖς αὐτοῦ κακοῖς ἐνεδίδου, εἰδὼς ἀπονέμειν θεῷ τὰ θεοῦ καὶ τὰ καίσαρος καίσαρι, ὥστε μὴ παροξῦναι τὸν ὕψιστον. 4.19 Τὰ δὲ πρὸς ἱπποδρομίαν τῷ βασιλεῖ Μιχαὴλ διεσπούδαστο ἐν τοῖς κατὰ Προποντίδα παλατίοις περιφανέσιν, ἔνθα ναὸς τοῦ μεγαλομάρτυρος Μάμαντος ἥδρασται· ἐκεῖσε τὰς ἁμίλλας συνεχεῖς ἐποιεῖτο, αὐτὸς ἱππάζων ἐφ' ἅρματος, τῶν εἰωθότων πάντων κατὰ τὴν βασιλίδα πόλιν περὶ τὸν ἀγῶνα συντιθεμένων· καθ' ὃν τῆς θεομήτορος τιμία εἰκὼν ἐπὶ τῆς βασιλικῆς ἱδρύσεως ἵστατο, ἐξ ἧς τοὺς νικητικοὺς ἐπάθλους ὁ βασιλεὺς ἀνεδέχετο. καὶ τοσοῦτον αὐτῷ τὰ τῆς ἱπποδρομι κῆς ἔριδος ἐπεφιλοτέχναστο, ὥστε ποτὲ συνηνιοχοῦντα Κωνσταντίνῳ τῷ δηλωθέντι ἐκ περιτροπῆς ἀκουσίου τοῦτον ἀνασκευάσθαι καὶ παρὰ μικρὸν διολέσθαι τῇ περιπτώσει τοῦ ἅρματος. ὅθεν προσεπετίθεντο τὰ τῆς εὐτελείας αὐτῷ, καὶ πολλῷ πλέον τὰ τῆς ἐξουδενώσεως ἐκ τοῦ ψευδοφανοῦς πατριάρχου καὶ συνεπαγομένου αὐτῷ αἰσχίστου κλήρου, καὶ τῷ ἀληθεῖ πατριάρχῃ κακὴν ἅμιλλαν διαμιλλωμένων καὶ δυσωνύμοις ἐνθρονιζομένων κακῶς μητροπόλεσι καὶ μεταποιούντων ἐναγέσι θυσίαις τὰ ἅγια, <ὡς> ἐντεῦθεν καὶ βεβηλοῦσθαι αὐτὸν παρὰ παντός γε Χριστιανικοῦ [γε] πληρώματος καὶ κατεύχεσθαι τῆς βασιλείας διάρρηξιν, ἥτις οὐκ ἐπὶ χρόνον μακρὸν ἀποβέβηκεν, προηγησαμένης τῆς καίσαρος ἀναιρέσεως, ὥς φασι, συνεγνωκότος αὐτὴν Μιχαὴλ βασιλέως ἐξ ἀστατούσης τῆς διαθέσεως· καθ' ἣν καὶ τὴν ἐσχάτην δίκην αὐτὸς ἐκληρώσατο, ὡς ὧδε λεχθήσεται. 4.20 Εὐτρεπισμὸν ναυστολίας κατὰ Κρήτης ἄμφω συντίθενται καὶ πάντα στρατὸν συγκινοῦσι κατ' ἤπειρόν τε καὶ θάλασσαν καὶ αὐτοὶ ἐφικέσθαι προῄρηντο. ὡς δὲ τοῖς πρὸς τὸ ὄνομα Κήποις προσκεχωρήκεσαν, εὐθέως τὰ κατὰ Βάρδα τοῦ καίσαρος χώραν λαμβάνει. ἐνταῦθα γὰρ προμεμηχανούργητο ταῦτα ἔκ τε θεοῦ καὶ βασιλικῆς ἐπινεύσεως, ὡς καὶ αὐτῷ τῷ Βάρδᾳ γνωσθῆναι, περὶ οὗ ἡ ἐπίθεσις. μιᾷ γὰρ τῶν ἡμερῶν πρὸ τῆς ἐξελεύσεως Βάρδας προσφοιτήσας κατὰ τὸν ἑαυτοῦ οἶκον καὶ τοὺς γνωστοὺς μετακαλεσάμενος τὴν ἐσχάτην αὐτοῖς ἀνετίθει δεξίωσιν, καὶ συμποσιάσας τοῖς οἰκειοτάτοις τῶν φίλων λεγᾶτα παρέσχετο, τὴν ἰδίαν καταστροφὴν τεκμηράμενος. ἄπεισι πρὸς μονὴν λοιπὸν γείτονα, ἥπερ Ὁδηγοὶ κατωνόμασται. ὡς δὲ παρεστήκει τοῖς τοῦ ἱλαστηρίου προθύροις λαμπαδουχῶν ἀφιερῶν τε προπεμπτηρίους φωνάς, τηνικαῦτα ἡ τούτου χλαμὺς τῶν ὤμων ἀποσπασθεῖσα ἐμφανῶς συγκεχάλακεν· ἧς ἐν ἐπαισθήσει γενόμενος ἀπωλοφύρετο δάκρυσι πρὸς τὴν θεοτόκον διαπρύσιον βοὴν εὐκτικῶς ἀναπέμπων τῆς τῶν ἐλπιζομένων λυτρώσεως. 4.21 Οὐ μόνον δὲ ἐν τούτοις