1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

14

γὰρ ὑπὸ Λέοντος τοῦ βασιλέως πρὸς αὐτοὺς τριακοντούτεις σπονδαὶ ἤδη τὴν πρώτην δεκαετηρίδα συνεπλήρουν σχεδόν. ἀποδοχῆς δὲ μεγάλης ὁ βασιλεὺς τὴν γνώμην αὐτῶν ἀξίαν κρίνας ἀπολογεῖται μὴ χρῆναι τοὺς ἐπὶ τοσοῦτον χρόνον ὡμολογηκότας Χριστιανικῶν αἱμάτων ἀφέξεσθαι ἐπὶ τῷ τῶν στασιωτῶν πολέμῳ τὰ καλῶς δόξαντα καταλύειν· φιλοφρονησάμενος δὲ αὐτοὺς τῆς προθυμίας ἀξίως πρὸς τὴν ἑαυτῶν ἀποστέλλει. ἀλλ' οὗτοι μὲν κατ' οὐδὲν τῶν τοῦ βασιλέως φροντίσαντες λόγων κατά τε τοῦ τυράννου στρατεύουσι καὶ εἰς τὰ Ῥωμαίων εἰσβαλόντες ἤθη κατὰ τὸν Κηδούκτου καλούμενον στρατοπεδεύονται χῶρον. μαθὼν δὲ ὁ ἀποστάτης τὴν κατ' αὐτοῦ τῶν Βουλγάρων ἔφοδον, τοῦ καταλειφθέντος αὐτῷ ναυτικοῦ λόγον οὐδένα ποιεῖται, ὅθεν δὴ τοῦτο πᾶν τῷ βασιλεῖ προσχωρεῖ· ὅλος δὲ τοῦ πεζοῦ στρατοῦ γεγονὼς ἀπαίρει μὲν τοῦ προσεδρεύειν τῇ πόλει, κατὰ δὲ τὸ εἰρημένον χωρίον προσβαλὼν τοῖς Βουλγάροις κατὰ κράτος ἡττᾶται. καὶ πλεῖστοι μὲν τῶν αὐτοῦ κτείνονταί τε καὶ πυρπολοῦνται πρὸς τούτων· οἱ δὲ περιλειφθέντες ὡς εἶχον σθένους σκεδάννυνταί που. λείαν δὲ πολλὴν τῶν πολεμίων οἱ Βούλγαροι συμφορήσαντες πρὸς τὴν ἑαυτῶν ὑποστρέφουσιν. 2.8 Οὐκ ἀπολήγει δὲ καὶ οὕτως πράξας κακῶς τῆς ἀπονοίας ὁ τύραννος, ἀλλὰ τοὺς σκεδασθέντας συλλέξας καὶ πρὸς τὴν καλουμένην ∆ιάβασιν <συναθροίσας>, ἅτε δὴ πρὸς τὸ στρατοπεδεῦσαι πάντα οὖσαν ἐπιτηδείαν, διά τε τὴν τῶν ἵππων νομὴν καὶ πρὸς τὴν ἄλλην χρείαν τῶν ἀνθρώπων ἀφθονωτέραν τυγχάνουσαν, ἐκεῖσε σκηνοῦται τῷ τέλματι τοῦ χωρίου θαρρήσας, ἐκεῖθέν τε ὥσπερ ἐξ ἀκροπόλεως, ὄντως τύραννος ὤν, συχνὰς ποιεῖται καταδρομὰς καὶ τὰς πλησιαζούσας πυρπολεῖ κώμας. ὅπερ δὴ μαθὼν ὁ βασιλεὺς Μιχαήλ, ὡς εἶχεν δυνάμεως, <οὐκ> εὐαρίθμητον σχεδιάζει στρατὸν καὶ κατὰ τοῦ τυράννου πρὸς τὸν εἰρημένον ἔρχεται χῶρον σὺν κόσμῳ στρατηγεσίας παντί, λόγοις καὶ ταῖς ἄλλαις ὑποσχέσεσι τοὺς συνόντας ἐπιρρωννύς. ὁ δὲ τύραννος πλήθει πολλῷ δὴ μάλα ὑπαντιάζει τῷ βασιλεῖ, σχηματίζεταί τε φυγήν, ὥστε τὸν τοῦ βασιλέως στρατοῦ διαλυθῆναι συνασπισμόν· διαμαρτάνει δὲ τοῦ σκοποῦ, μήτε τὴν τάξιν τοῦ βασιλικοῦ διαλύσας στρατοῦ, μήτε τοῖς ἑαυτοῦ συναφθῆναι οἷός τε γεγονώς, ἀλλὰ τῶν ἐναντίων μὴ ἐνεγκὼν τὴν ὁρμήν, ὡς εἶχε τάχους, χρῆται φυγῇ καὶ πρὸς τὴν Ἀρκαδιούπολιν σύν τισι τῶν ἑαυτοῦ διασῴζεται. ὁμολογήσαντας δὲ αὐτῷ τοὺς πλείστους τῶν στασιωτῶν ὁ βασιλεὺς εἰληφὼς ἐπέρχεται τῇ πόλει αὐτῇ, καθ' ἣν ὁ τύραννος διεσῴζετο, χάρακά τε περιβάλλει αὐτῇ καρτερὸν κύκλῳ. ὀλιγίστους δὲ ὁ ἀποστάτης ἔχων ἔνδον τῆς πόλεως ἱππότας, πολλάκις, ὅτε δὴ πεφυρμένους διήθρει τοὺς ἐναντίους, ἠφίει κατ' αὐτῶν τούτους· ἀλλ' οὖν γε καὶ ταύτῃ μᾶλλον ἐπάνθανον ἢ ἔδρων οἱ δείλαιοι. ὁ δέ γε βασιλεὺς ἑλέπολιν μὲν οὐ προσῆγε τῇ πόλει, φειδοῖ, μήτε τινὰ τοῦ λοιποῦ τῶν ὁμοδόξων ξίφεσιν ἀναιρεῖσθαι, μήτε μὴν δειχθῆναι τοῖς Σκύθαις ὡς δυνατὸν μηχαναῖς τὰς ὑπὸ Ῥωμαίους ἁλῶναι πόλεις· λιμῷ δὲ καὶ προσεδρείᾳ περιγενέσθαι τοῦ τυράννου διέγνω. καὶ δῆτα πολλοῦ χρόνου διαδραμόντος τοσοῦτον ἐνδεῖται τῶν πρὸς τὸ ζῆν ὁ τύραννος ἀναγκαίων, ὥστε πρῶτον μὲν πᾶσαν ἄχρηστον ἡλικίαν καὶ φύσιν ἐκκενοῖ τῆς πόλεως, εἶτα τῶν ἵππων αὐτῶν διὰ τὴν λιμὸν ἀποφθαρέντων, τῶν κρεῶν αὐτῶν, καὶ ταῦτα ὀδωδότων, γεύσασθαι πείθει· προῆλθον δὲ εἰς τὸ κώδιά τε καὶ τἆλλα σκύτη φαγεῖν. καὶ τέλος οἱ μὲν αὐτῶν διὰ τῶν πυλῶν λανθάνοντες, οἱ δὲ καὶ διὰ τῶν τειχῶν καθάπτοντες κάλους, ἄλλοι δὲ καὶ ἑαυτοὺς ῥιπτοῦντες κατὰ τὸ ἔδαφος καὶ τὰ μέλη συνθλώμενοι, ἀνωμολόγουν τῷ βασιλεῖ, καὶ συγγνώμης τυγχάνοντες καὶ ἀδείας Ἀναστασίῳ τῷ ψευδωνύμῳ τοῦ τυράννου συνήπτοντο υἱῷ, τοῦ Βύζης ἐπειλημμένῳ πολίσματος, ἐκ τούτου ἐν αὐτοῖς διαπολεμεῖν τῷ βασιλεῖ ᾑρημένῳ, ἵνα δὴ παράσχοι τῷ ἀποστάτῃ ἐν τῷ μάχεσθαι ῥᾳστώνην φυγῆς. εἰς δὲ λόγους ὁ βασιλεὺς τοῖς ἐν τῇ πόλει ἐλθὼν καὶ τῶν εἰς αὐτὸν ἁμαρτημάτων λήθην μεθ' ὅρκων ὑποσχόμενος ἕξειν, κατὰ τοῦ τυράννου συνίστανται καὶ συσχόντες αὐτὸν προσάγουσι βασιλεῖ· ὁ δὲ γηθομένῳ ποδὶ