1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

4

τοῦ πατρὸς τοῦ υἱοῦ εἶναι διαμαρτύ ρονται. ὁ γὰρ πάντα ἔχων τὰ τοῦ πατρὸς καὶ τὴν ἀθανασίαν πάντως τοῦ πατρὸς ἐν ἑαυτῷ ἔχει· ἡ δὲ ἀθανασία, ἕως ἂν ᾖ τοῦτο ὃ λέγεται, ἀμίκτως τε καὶ ἀκοινωνήτως πρὸς τὸν θάνατον ἔχει. εἰ οὖν θνητὴν λέγουσι τοῦ υἱοῦ τὴν θεότητα, 3,1.138 τὸ μὴ ἔχειν αὐτὸν ἐν ἑαυτῷ τὴν τοῦ πατρὸς ἀθανασίαν κατα σκευάζουσιν. ἀλλὰ μὴν ἀληθεύει ὁ λέγων ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν πατέρα. ψεύδεται ἄρα ὁ θνητὸν κατασκευάζων τοῦτον ᾧ πᾶσα ἡ τοῦ πατρὸς ἀϊδιότης ἐγκαθορᾶται. ἐπεὶ οὖν μία πατρὸς καὶ υἱοῦ κατὰ τὸν λόγον τῶν εὐσεβούντων ἡ δύναμις (ἐν γὰρ τῷ πατρὶ τὸν υἱὸν βλέπομεν καὶ ἐν τῷ υἱῷ τὸν πατέρα), σαφῶς ἀποδείκνυται, ὅτι τὸ μὲν ἐμπαθὲς τῇ φύσει τὸν θάνατον δέχεται, τὸ δὲ ἀπαράδεκτον πάθους ἐν τῷ παθητῷ τὴν ἀπάθειαν ἐνήργησεν.

Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. λέξω δὲ πάλιν τῇ ἐμαυτοῦ φωνῇ συνελὼν ἐν βραχεῖ τὴν διάνοιαν. φησὶ γὰρ τὸ ἄνθρωπον ἔνθεον τὸν Χριστὸν ὀνομά ζειν ἐναντίον μὲν εἶναι ταῖς ἀποστολικαῖς διδασ καλίαις, ἀλλότριον δὲ τῶν συνόδων· Παῦλον δὲ καὶ Φωτεινὸν καὶ Μάρκελλον τῆς τοιαύτης δια στροφῆς κατάρξαι. εἶτα κατὰ τοὺς δεινοὺς τῶν ἀγωνι στῶν ὥσπερ συμπλακεὶς τῷ προσδιαλεγομένῳ καὶ εὑρὼν τὸν αὐθέντην τοῦ ῥήματος τοῦτό φησι· Πῶς ἐρεῖς ἐκ γῆς ἄνθρωπον τὸν ἐξ οὐρανοῦ καταβεβηκέναι μαρτυ ρούμενον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν θεὸν καὶ θεοῦ υἱὸν ἀναγορευόμενον; πάλιν ἐν τούτοις ἡ κατασκευὴ τῶν προλαβόντων ἑτέρας ἀτοπίας ἐστὶν ἀρχή· ἵνα γὰρ δείξῃ θεὸν τεθνηκότα, οὐδὲν ὅλως καταδέχεται τῆς γηΐνης φύσεως περὶ αὐτὸν θεωρεῖσθαι, ἐπειδὴ ὅλως τῇ γῇ συγγενῶς ἔχειν δοκεῖ τὸ κατὰ θάνατον πάθος. Οὐκ ἔστι, φησίν, ἐκ γῆς ἄνθρωπος ὁ ἐξ οὐρανοῦ καταβὰς ἄνθρωπος. ἄνθρωπος μέντοι, καὶ εἰ ἐξ οὐρανοῦ καταβέβηκεν· οὐ γὰρ ἀρνεῖται τὴν τοιαύτην προσηγορίαν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. πῶς οὖν ἐν τοῖς εἰρημένοις τὸ ἀκόλουθον σῴζει; εἰ μὴ ἐκ γῆς ὁ ἄνθρωπος, ἀλλ' ἐξ οὐρανοῦ πρὸς ἡμᾶς καταβαίνει, 3,1.139 πῶς ἀνθρώπου υἱὸς ὁ ἐξ οὐρανοῦ καταβαίνων λέγεται; δώσει γὰρ πάντως, ὥσπερ ἐπὶ τῆς γῆς προεπινοοῦμεν τῶν υἱῶν τοὺς πατέρας, οὕτω καὶ ἐπὶ τοῦ κατ' αὐτὸν οὐρανόθεν ἥκοντος ἀνθρώπου, ἐπειδὴ υἱὸς ἀνθρώπου λέγεται, μὴ εἰκῆ πατρόθεν κατονομάζεσθαι, ἀλλ' εἶναι αὐτοῦ κατὰ τὸ ἀν θρώπινον ἐν οὐρανῷ προθεωρούμενον πατέρα ἄλλον ἄνθρω πον. εἰ γὰρ στηρίζεται τούτῳ τῷ ῥήματι τῷ εἰρηκότι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐξ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ διὰ τοῦτο τῆς πρὸς τὸν γήϊνον ἄνθρωπον συγγενείας αὐτὸν ἀποσχίζει, ἐκ τοῦ οὐρανοῦ ἥκοντα υἱὸν ἀνθρώπου λέγων· δώσει τινὰ πάντως τοῦ καταβάντος πρὸς ἡμᾶς ἄλλον ἐν οὐρανῷ τοιοῦτον πατέρα, ὥστε καὶ ἐν τῇ οὐρανίῳ ζωῇ ἔθνη ἀνθρώπων καὶ δήμους καὶ πατριὰς καὶ πάντα, ὅσα κατὰ τὸν τῇδε βίον ἔστιν, ὑπονοεῖσθαι. εἰ οὖν τὸ ἐξ οὐρανοῦ ἧκον ἀνθρώπου ἐστὶν υἱός, τὸ δὲ ἐκ Μαρίας ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα γεγεννημένον ἄνωθεν δὲ ἀνθρώπου υἱὸς ὠνόμασται, ψευδῶς κατ' αὐτοὺς υἱὸς θεοῦ λέγεται μήτε τοῦ οὐρανίου μήτε τοῦ γηΐνου πρὸς τὸ θεῖον οἰκειουμένου. ἀλλὰ συναγαγὼν ἑαυτῷ πρὸς τὸ κεφάλαιον τὰ εἰρημένα ἐν τούτῳ συμπεραίνει τὸν λόγον· Εἰ δὲ καὶ ἐξ οὐρανοῦ υἱὸς ἀνθρώπου καὶ ἐκ γυναικὸς υἱὸς θεοῦ, πῶς οὐχ ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος; ἐγὼ δὲ τὸ μὲν τὸν αὐτὸν ἄνθρωπον καὶ θεὸν πιστεύειν εἶναι φημὶ καὶ παντὸς εἶναι τοῦ τὸν ὀρθὸν λόγον πρεσβεύοντος, οὐ μὴν κατὰ τὴν τοῦ λογογράφου διά νοιαν· οὔτε γὰρ τὸ θεῖον γήϊνον οὔτε ἀνθρώπινον τὸ οὐράνιον, καθὼς ἐκεῖνος οἴεται· ἀλλ' ἄνωθεν μὲν ἡ τοῦ ὑψίστου δύ ναμις διὰ τοῦ ἁγίου πνεύματος ἐν τῇ ἀνθρωπίνῃ φύσει ἐπεσκιάσθη, τουτέστιν ἐνεμορφώθη, ἐκ δὲ τῆς ἀμιάντου παρθένου ἡ τῆς σαρκὸς μοῖρα συνηφανίσθη καὶ οὕτω τὸ ἐν αὐτῇ γεννηθὲν υἱὸς ὑψίστου κατωνομάσθη· τῆς μὲν θείας 3,1.140 δυνάμεως τὴν πρὸς τὸν ὕψιστον ἀγχιστείαν, τῆς δὲ σαρκὸς τὴν ἀνθρωπίνην οἰκειουμένης συγγένειαν.