1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

4

ἰσαυρικοῦ φόβου πανταχόθεν ἡμᾶς πολιορκοῦντος, τῶν ἄλλων κακῶν ἅπερ ἡ δυσκολία τῶν ὁδῶν τίκτειν εἴωθε, φροντίδος, μερίμνης, ἐρημίας τῶν θεραπευσόντων. Ἀλλὰ νῦν ἅπαντα ταῦτα λέλυται. Εἰς γὰρ τὴν Κουκουσὸν ἐλθόντες, τήν τε ἀρρωστίαν ἅπασαν ἀπεθέμεθα μετὰ τῶν λειψάνων, καί ἐσμεν ἐν ὑγιείᾳ καθαρωτάτῃ, τοῦ τε φόβου τῶν ἰσαύρων ἀπηλλάγημεν, πολλῶν ἐνταῦθα στρατιωτῶν ὄντων, καὶ σφόδρα πρὸς αὐτοὺς παρατεταγμένων· τῶν τε ἐπιτηδείων ἡ ἀφθονία πάντοθεν ἡμῖν ἐπιρρεῖ, πάντων μετὰ πάσης εὐνοίας ἡμᾶς ὑποδεχομένων, καίτοι σφόδρα ἐρημοτάτου ὄντος τοῦ χωρίου. Ἀλλ' ἔτυχεν ὁ δεσπότης μου ∆ιόσκορος ἐνταῦθα ὤν, ὃς καὶ εἰς Καισάρειαν ἀπέστειλεν οἰκέτην εἰς αὐτὸ τοῦτο, παρακαλῶν καὶ δεόμενος μὴ προτιμῆσαι τῆς αὐτοῦ οἰκίας ἑτέραν καὶ ἕτεροι δὲ πλείους. Ἀλλ' ἀναγκαῖον ἐνόμισα τῶν ἄλλων τοῦτον προτιμῆσαι καὶ κατήχθημεν ἐν τοῖς αὐτοῦ. Καὶ πάντα ἡμῖν αὐτὸς γίνεται, ὡς καὶ καταβοᾷν αὐτοῦ συνεχῶς διὰ τὴν πολλὴν αὐτοῦ δαψίλειαν καὶ τὴν ἀφθονίαν ἣν βούλεται παρέχειν. ∆ι' ἡμᾶς γοῦν καὶ μετέστη χωρίον οἰκῶν, ὥστε παντὶ θεραπεῦσαι τρόπῳ, τήν τε οἰκίαν ἡμῖν κατασκευάζει πρὸς χειμῶνα ἐπιτηδείαν πάντα ποιῶν ὑπὲρ τούτου καὶ πραγματευόμενος, καὶ ὅλως οὐδὲν ἐλλέλειπται θεραπείας ἕνεκεν. Καὶ ἕτεροι δὲ πολλοὶ ἐπίτροποι καὶ οἰκονόμοι, παρὰ τῶν δεσποτῶν τῶν ἑαυτῶν κελευσθέντες διὰ γραμμάτων, συνεχῶς παραγίνονται ἕτοιμοι κατὰ πάντα τρόπον ἡμᾶς ἀναπαῦσαι. Ταῦτα δὲ πάντα εἴρηκα, καὶ τὰ μὲν ἀπωδυράμην τὰ πρότερα, τὰ δὲ εἶπον τὰ χρηστά, ἵνα μὴ προπετῶς τις ἡμᾶς ἐντεῦθεν ἐγείρῃ. Εἰ μὲν γὰρ οἱ βουλόμενοι δοῦναι ἡμῖν τὴν χάριν κυρίους ἡμᾶς ποιοῖεν τοῦ εἶναι ὅπου βουλόμεθα, καὶ μὴ πάλιν ἕτερον ἡμῖν μέλλοιεν ἀποκληροῦν τόπον ὃν ἂν ἐθέλωσι, κατάδεξαι τὴν χάριν. Εἰ δὲ ἔνθεν ἡμᾶς ἀνιστάντες εἰς ἕτερον μέλλοιεν πέμπειν τόπον-καὶ πάλιν ὁδός, καὶ πάλιν ἀποδημία-, ἐμοὶ σφόδρα τοῦτο χαλεπώτατον· πρῶτον μὲν μήποτε εἰς μακρότερον ἢ εἰς χαλεπώτερον ἡμᾶς πέμψωσι χωρίον· ἔπειτα δὲ ὅτι μυρίων ἐξοριῶν ἐμοὶ τὸ ὁδεύειν χαλεπώτερον. Καὶ γὰρ εἰς αὐτὰς ἡμᾶς κατήνεγκε τοῦ θανάτου τὰς πύλας ταύτης τῆς ἀποδημίας ἡ δυσκολία. Καὶ διατρίβομεν νῦν ἐν Κουκουσῷ τῇ διηνεκεῖ καθέδρᾳ καὶ ἡσυχίᾳ ἀνακτώμενοι ἑαυτοὺς καὶ τὴν ἐν τῷ μακρῷ χρόνῳ γενομένην ἡμῖν ταλαιπωρίαν καὶ τὰ συντετριμμένα ἡμῶν ὀστᾶ καὶ τὴν ταλαιπωρηθεῖσαν σάρκα διὰ τῆς ἡσυχίας θεραπεύοντες. Ἀπήντησε δὲ καὶ ἡ κυρία μου Σαβινιανὴ ἡ διάκονος κατὰ τὴν ἡμέραν τὴν αὐτὴν καθ' ἣν καὶ ἡμεῖς ἀπηντήσαμεν, συντετριμμένη μὲν καὶ τεταλαιπωρημένη, ἅτε ἐν τούτῳ τῆς ἡλικίας οὖσα ἔνθα καὶ κινεῖσθαι δύσκολον· ὅμως δὲ τῇ προθυμίᾳ νεάζουσα καὶ μηδενὸς αἰσθανομένη τῶν λυπηρῶν. Ἑτοίμη γὰρ ἔφησεν εἶναι καὶ εἰς Σκυθίαν ἀπαντήσεσθαι, ἐπειδὴ τοιοῦτος ἐκράτει λόγος ὡς ἐκεῖ ἡμῶν ἀπαχθησομένων. Ἑτοίμη δέ ἐστιν, ὥς φησι, μηκέτι ὑποστρέφειν μηδαμοῦ, ἄλλ' ἐκεῖ διατρίβειν ἔνθα ἂν ὦμεν. Σφόδρα δὲ αὐτὴν ὑπεδέξαντο οἱ τῆς Ἐκκλησίας μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς εὐνοίας. Καὶ ὁ κύριος δέ μου Κωνστάντιος, ὁ εὐλαβέστατος πρεσβύτερος, πάλαι ἂν ἐνταῦθα ἦν. Καὶ γὰρ καὶ ἐπέστειλέν μοι παρακαλῶν ἵνα ἐπιτρέψω αὐτῷ ἐλθεῖν· τῆς γὰρ ἐμῆς γνώμης χωρὶς μηδ' ἂν τολμῆσαι παραγενέσθαι, καίτοι γε σφόδρα ἐπιθυμῶν καί, ὥς φησιν, οὐδὲ αὐτόθι μένειν δυνάμενος· κρύπτεται γὰρ καὶ λανθάνει· τοσαῦτα αὐτὸν συνέχει κακά, καθώς φησι. Παρακαλῶ τοίνυν μὴ ἄλλως ποιήσῃς τοῦ τόπου ἕνεκεν. Εἰ δ' αὖ πάλιν δοκιμάσειας ἀποπειρασθῆναι τῆς γνώμης αὐτῶν, αὐτὴν μὲν οἴκοθεν μηδὲν εἴπῃς, δοκίμασον δὲ ποῦ προῄρηνται κατὰ τὴν σύνεσίν σου· δύνασαι γάρ. Κἂν ἴδῃς ὅτι πλησίον αὐτόθι που ἐν παραθαλασσίῳ πόλει, ἢ ἐν Κυζίκῳ, ἢ Νικομηδείας πλησίον, καὶ τοῦτο κατάδεξαι. Εἰ δ' ἄρα μακρότερόν που, ἢ τοῦ τόπου τούτου μακρότερον, ἢ τοσοῦτον ὅσον οὗτος, μὴ ἕλῃ· ἐπεὶ σφόδρα τοῦτό μοι βαρὺ καὶ χαλεπώτατον. Τέως γὰρ