4
τούτων συνέστη· οὔτε χρόνος, οὔτε μῆκος ὁδοῦ, οὔτε τὸ κακῶς παθεῖν, οὔτε τὸ κακῶς ἀκοῦσαι, οὐ θυμὸς, οὐχ ὕβρις, οὐκ ἄλλο οὐδὲν ἐπεισέρχεται, οὐδὲ δύναται αὐτὴν διαλῦσαι. Καὶ ἵνα μάθῃς, ἐλιθάζετο ὁ Μωϋσῆς, καὶ ὑπὲρ αὐτῶν ἠξίου. Τίς ἂν τοῦτο εἰργάσατο πατὴρ ὑπὲρ τοῦ λιθάσαντος, ἀλλ' οὐχὶ καὶ αὐτὸν ἂν κατέλευσε; Ταύτας δὴ μεταδιώκωμεν τὰς φιλίας τὰς ἀπὸ τοῦ πνεύματος· ἰσχυραὶ γάρ εἰσι καὶ δυσδιάλυτοι· μὴ τὰς ἀπὸ τῶν τραπεζῶν· ἐκεῖ γὰρ καὶ κωλυόμεθα ταύτας εἰσάγειν. Ἄκουσον γὰρ τοῦ Χριστοῦ λέγοντος ἐν τῷ Εὐαγγελίῳ· Μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς γείτονάς σου, ἐὰν ποιή 62.304 σῃς δοχὴν, ἀλλὰ τοὺς χωλοὺς, τοὺς ἀναπήρους· εἰκότως· πολὺς γὰρ ὁ ὑπὲρ τούτων μισθός. Ἀλλ' οὐ δύνασαι, οὐδὲ ἀνέχῃ μετὰ χωλῶν καὶ τυφλῶν ἑστιᾶσθαι, ἀλλὰ βαρὺ καὶ φορτικὸν ἡγῇ τοῦτο, καὶ παραιτῇ; Μάλιστα μὲν οὖν οὐκ ἔδει, πλὴν ἀλλ' οὐκ ἔστιν ἀνάγκη· κἂν μὴ συγκαθίσῃς αὐτοὺς μετὰ σοῦ, τὰ ἐδέσματα αὐτοῖς ἀπόστειλον τὰ ἀπὸ τῆς τραπέζης. Καὶ γὰρ ὁ φίλους καλῶν, οὐδὲν μέγα ἐποίησεν· ἀπέλαβε γὰρ ἐνταῦθα τὸν μισθόν· ὁ δὲ ἀνάπηρον καλῶν καὶ πένητα, ἔχει τὸν Θεὸν ὀφειλέτην. Μὴ τοίνυν ἀσχάλλωμεν, ὅταν μὴ ἐνταῦθα ἀπολάβωμεν, ἀλλ' ὅταν ἐνταῦθα ἀπολάβωμεν· ἐκεῖ γὰρ οὐκέτι ἀποληψόμεθα. Ὁμοίως, ἂν ἄνθρωπος ἀποδῷ, Θεὸς οὐκ ἀποδίδωσιν· ἂν οὗτος μὴ ἀποδῷ, τότε ἀποδώσει Θεός. Μὴ τοίνυν ἐκείνους ζητῶμεν εὐεργετεῖν τοὺς ἀνταποδοῦναι ἡμῖν δυναμένους, μηδὲ ἐπὶ τοιαύταις αὐτοὺς ἐλπίσιν εὐεργετῶμεν· ψυχρὰ αὕτη ἡ διάνοια. Τὸν φίλον ἂν καλέσῃς, μέχρι τῆς ἑσπέρας ἡ χάρις· διὰ τοῦτο τῶν καταβαλλομένων ταχύτερον ἢ τῶν καιρῶν δαπανᾶται φιλία· τὸν μέντοι πένητα καὶ ἀνάπηρον ἂν καλέσῃς, οὐδέποτε ἀπολεῖται ἡ χάρις· τὸν γὰρ πάντοτε μνημονεύοντα Θεὸν, καὶ οὐδέποτε ἐπιλανθανόμενον, ἔχεις αὐτὸν ὀφειλέτην. Πόσης δὲ καὶ βλακείας, εἰπέ μοι, τὸ μὴ δύνασθαι πένησι συγκαθέζεσθαι; Τί λέγεις; Ἀκάθαρτός ἐστι, φησὶ, καὶ ῥυπαρός. Καὶ λοῦσον αὐτὸν, καὶ ἀνάγαγε ἐπὶ τράπεζαν τὴν σήν. Ἀλλ' ἱμάτια ἔχει ἐῤῥυπωμένα; Καὶ ἄμειψον, καὶ δὸς καθαρὰν στολήν. δʹ. Οὐχ ὁρᾷς τὸ κέρδος ὅσον; ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται, καὶ σὺ ὑπὲρ τούτου μικρολογῇ; τὸν βασιλέα καλῶν ἐπὶ τὴν τράπεζαν, ὑπὲρ τούτων δέδοικας; Ὑποκείσθωσαν τράπεζαι δύο, καὶ ἡ μὲν ἐκ τούτων πεπληρώσθω, καὶ ἐχέτω τυφλοὺς, χωλοὺς, κυλλοὺς τὴν χεῖρα, τὸ σκέλος πεπηρωμένους, ἀνυποδέτους, ἕνα περικειμένους χιτωνίσκον, καὶ τοῦτον ἐκτετριμμένον· ἡ δὲ ἑτέρα ἐχέτω δυνάστας, στρατηγοὺς, τοπάρχας, ἄρχοντας μεγάλους, ἐνδεδυμένους ἱμάτια πολυτελῆ καὶ ὀθόνας λεπτὰς, ἐζωσμένους χρυσᾶς ζώνας. Πάλιν ἐνταῦθα ἐν τῇ τῶν πενήτων τραπέζῃ μήτε ἄργυρος ἔστω, μήτε οἶνος πολὺς, ἀλλ' ὁ ἀρκῶν καὶ εὐφρᾶναι δυνάμενος· τὰ δὲ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη ἀπὸ ὑέλου κατεσκευάσθω μόνης· ἐκεῖ δὲ ἐν τῇ τῶν πλουσίων τραπέζῃ ἔστω μὲν σκεύη τὰ πάντα ἐξ ἀργύρου καὶ χρυσοῦ, καὶ μηδὲ εἷς φερέτω τὸ ἡμικύκλιον, ἀλλὰ δύο νεανίαι μόλις αὐτὸ κινείτωσαν· ἔστω δὲ καὶ φιάλη ὑπόχρυσος σταθμὸν ἡμιτάλαντον ἕλκουσα, ὡς δύο νεανίας μόλις αὐτὴν κινεῖν, καὶ οἱ ἀμφορεῖς κείσθωσαν ἐφεξῆς πολλῷ ἄμεινον τοῦ ἀργύρου ἀπολάμποντες τῷ χρυσῷ· ἔστω δὲ καὶ τὸ ἡμικύκλιον ἁπαλῇ στρωμνῇ πάντοθεν ἐστορεσμένον. Πάλιν ἐνταῦθα μὲν ἔστωσαν διάκονοι πολλοὶ, τῶν ἀνακειμένων οὐχ ἧττον κεκοσμημένοι τοῖς ἱματίοις, καὶ ἐνδεδυμένοι λαμπρῶς, καὶ ἀναξυρίδας ἔχοντες, καλοὶ μὲν ἰδεῖν, αὐτὸ ἄγοντες τῆς ἡλικίας τὸ ἄνθος, σφριγῶντες καὶ εὐσωματοῦντες· ἐκεῖ δὲ δύο μόνοι ἔστωσαν διάκονοι, πάντα τὸν τῦφον τοῦτον πεπατηκότες· καὶ ἔστω τοῖς μὲν τὰ ἐδέσματα πολυτελῆ, τοῖς δὲ τοσαῦτα ὅσα σβέσαι τὸν λιμὸν, καὶ εὐφροσύνης ἐμπλῆ 62.305 σαι. Ἆρα εἶπον ἀρκούντως; καὶ μετὰ ἀκριβείας κατεσκευασμέναι ἀμφότεραί εἰσιν αἱ τράπεζαι; μή τι ἐνδεῖ; Ἐγὼ μὲν οὐκ οἶμαι· καὶ γὰρ τοὺς κεκλημένους ἐπῆλθον, καὶ τὴν πολυτέλειαν καὶ τῶν σκευῶν καὶ τῶν στρωμάτων καὶ τῶν ἐδεσμάτων.