1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

4

Μάρκος, οὐ Λουκᾶς· ὁ δὲ μακάριος Παῦλος πανταχοῦ τῶν ἐπιστολῶν αὐτοῦ τὸ ὄνομα αὐτοῦ προτίθησι. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν παροῦσιν ἔγραφον, καὶ περιττὸν ἦν ἑαυτοὺς δηλοῦν παρόντας· οὗτος δὲ διὰ μακροῦ τὰ γράμματα διεπέμπετο, καὶ ἐν ἐπιστολῆς σχήματι· διὸ καὶ ἀναγκαία ἦν ἡ τοῦ ὀνόματος προσθήκη. Εἰ δὲ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ οὐ ποιεῖ τοῦτο, καὶ τοῦτο κατὰ τὴν αὐτοῦ σύνεσιν. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχον πρὸς αὐτὸν, ἵνα μὴ ἐκ προοιμίων ἀκούσαντες τοῦ ὀνόματος, ἀποκλείσωσι τῷ λόγῳ τὴν εἴσοδον, ἐσοφίσατο διὰ τοῦ κρύψαι τὸ ὄνομα τὴν ἀκρόασιν τὴν ἐκείνων. Εἰ δὲ προφῆται τὰ ὀνόματα τὰ ἑαυτῶν τεθείκασι καὶ Σολομῶν, τοῦτο ὑμῖν καταλιμπάνω λοιπὸν ἐπιζητεῖν, τίνος ἕνεκεν οἱ μὲν ἔθεσαν, οἱ δὲ οὐκ ἔθεσαν· οὐδὲ γὰρ ἅπαντα παρ' ἐμοῦ χρὴ μανθάνειν ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς πονεῖν καὶ ἐπιζητεῖν, ἵνα μὴ νωθρότεροι γίνησθε. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Τίνος ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; Ἵνα μηδὲ ταύτῃ τῶν ἀποστόλων ἔλαττον ἔχῃ, ἀλλ' ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ. ∆οῦλον δὲ ἑαυτὸν οὐχ ἁπλῶς εἶπε τοῦ Χριστοῦ· καὶ γὰρ πολλοὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴν δημιουργίαν, καθ' ὅν φησιν, ὅτι Τὰ σύμπαντα δοῦλα σὰ, καὶ καθ' ὅν φησιν· Ὁ δοῦλός μου Ναβουχοδονόσορ· τὸ γὰρ ἔργον τοῦ ποιήσαντος δοῦλον· ἕτερος δὲ ὁ ἀπὸ τῆς πίστεως, περὶ ἧς φησιν· Χάρις δὲ τῷ Θεῷ, ὅτι δοῦλοι ἦτε τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, καὶ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ· ἕτερος ὁ ἀπὸ τῆς πολιτείας, καθ' ὅν φησι· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε· καίτοι καὶ Ἰουδαῖοι πάντες θεράποντες ἦσαν, ἀλλ' ἐξαιρέτως ὁ Μωϋσῆς πολιτείᾳ διαλάμπων. Ἐπεὶ οὖν κατὰ πάντας τοὺς τρόπους τῆς δουλείας δοῦλος ἦν ὁ Παῦλος, ἀντὶ μεγίστου ἀξιώματος τοῦτο τίθησι λέγων· ∆οῦλος Ἰησοῦ Χριστοῦ· καὶ τὰ τῆς οἰκονομίας ὀνόματα προβάλλεται, κάτωθεν ἀναβαίνων ἄνω. Καὶ γὰρ τὸ Ἰησοῦς ὄνομα φέρων ὁ ἄγγελος ἦλθεν ἐκ τῶν οὐρανῶν, ὅτε ἐτίκτετο ἐκ τῆς Παρθένου· καὶ Χριστὸς δὲ ἀπὸ τοῦ χρισθῆναι λέγεται, ὃ καὶ αὐτὸ τῆς σαρκὸς ἦν. Καὶ ποίῳ, φησὶν, ἐλαίῳ ἐχρίσθη; Ἐλαίῳ μὲν οὐκ ἐχρίσθη, Πνεύματι δέ· οἶδε δὲ καὶ τοὺς τοιούτους χριστοὺς ἡ Γραφὴ καλεῖν. Τὸ γὰρ προηγούμενον ἐν τῇ χρίσει, τὸ Πνεῦμά ἐστι· διὸ καὶ τὸ ἔλαιον παραλαμβάνεται. Καὶ ποῦ χριστοὺς καλεῖ τοὺς μὴ χρισθέντας ἐλαίῳ; Ὅπου λέγει, Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Τότε γὰρ οὐδὲ ἡ κατασκευὴ τῆς χρίσεως ἦν τοῦ ἐλαίου. Κλητὸς ἀπόστολος. Πανταχοῦ κλητὸν ἑαυτὸν καλεῖ, δεικνὺς τὴν οἰκείαν εὐγνωμοσύνην, καὶ ὅτι οὐκ αὐτὸς ζητήσας εὗρεν, ἀλλὰ κληθεὶς παρεγένετο καὶ ὑπήκουσε. Καὶ τοὺς πιστοὺς δὲ οὕτως ὀνομάζει, κλητοὺς ἁγίους. Οἱ μὲν γὰρ μέχρι τοῦ πιστεῦσαι ἐκλήθησαν, οὗτος δὲ καὶ ἕτερον ἐνεχει 60.396 ρίσθη, τὴν ἀποστολὴν, πρᾶγμα μυρίων ἀγαθῶν γέμον, καὶ τῶν χαρισμάτων ἁπάντων καὶ μεῖζον καὶ περιεκτικόν. Καὶ τί γὰρ δεῖ πλέον εἰπεῖν, ἀλλ' ἢ ὅτι ὅπερ ὁ Χριστὸς παραγενόμενος ἔπραττε, τοῦτο αὐτοῖς ἐγχειρίσας ἀπῆλθεν; Ὃ καὶ βοᾷ Παῦλος, λέγων, καὶ τὸ τῶν ἀποστόλων ἐπαίρων ἀξίωμα· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, τουτέστιν ἀντὶ Χριστοῦ. Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Καθάπερ ἐν οἰκίᾳ πρὸς διάφορα ἕκαστος ἀφώρισται ἔργα, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας διάφοροι τῶν διακονιῶν εἰσιν αἱ διανομαί. Ἐμοὶ δὲ ἐνταῦθα οὐ τὴν ἀποκλήρωσιν δοκεῖ μόνον αἰνίττεσθαι, ἀλλ' ὅτι πάλαι καὶ ἄνωθεν πρὸς τοῦτο ἦν τεταγμένος. Ὅπερ καὶ Ἱερεμίας φησὶ τὸν Θεὸν εἰρηκέναι περὶ αὐτοῦ· Πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε. Ἐπειδὴ γὰρ πρὸς πόλιν ἀλαζονικὴν ἔγραφε, καὶ πεφυσιωμένην πάντοθεν, διὰ πάντων δείκνυσι τοῦ Θεοῦ τὴν χειροτονίαν οὖσαν· καὶ γὰρ αὐτὸς ἐκάλεσε, καὶ αὐτὸς ἀφώρισε. Ποιεῖ δὲ τοῦτο, ἵνα ἀξιόπιστον καὶ εὐπαράδεκτον ποιήσῃ τὴν ἐπιστολήν. Εἰς Εὐαγγέλιον Θεοῦ. Οὐκ ἄρα μόνος Ματθαῖος εὐαγγελιστὴς