1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

4

ἐγνωκέναι μηδὲν τῶν παρὰ τῆς πυθωνίας φληναφουμένων· ἀπιὼν δὲ πρὸς τὸν διωρισμένον χῶρον ὡς προδιήγγελτο ἐθεάσατο, καὶ τὸν ἄνδρα προσλαβόμενος ἅμα αὐτῷ ἄπεισιν ἐν τῷ ναῷ Παύλου τοῦ ἀποστόλου, ἐν ᾧπερ ὀρφανῶν τὰ πρὸς ἀποτροφὴν τεταμίευται. καὶ ἐκεῖσε συνθήκαις ἀλλήλους κατεγγυησάμενοι, θαρρεῖ πρὸς τὸν Λέοντα ὁ Θεόδοτος τοιαῦτα ἐρεῖν, ὡς ἐκ θείας ὁράσεως περὶ σοῦ μοι διέγνωσται μέγιστά τε καὶ ἀποβησόμενα, δι' ὧν τῆς Ῥωμαίων πάντως ἡγεμονίας μεταποιήσειας. 1.10 Συμβεβηκότος δὲ πολέμου μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων, καὶ τοῦ μὲν αὐτῶν ἀρχηγοῦ Κρούμμου φάσκοντος ἀναδίδοσθαι τοὺς προσφυγόντας Βουλγάρων, ὡσαύτως δὲ καὶ Ῥωμαίων, ἐπὶ τούτοις ὁ βασιλεὺς συμβαίνων ἦν, κἂν τοῖς πολλοῖς τῶν μεγιστάνων ἡ τοιαύτη γνῶσις λίαν ἐστασιάζετο, οὐχ ἥκιστα δὲ καὶ Θεοκτίστῳ μαγίστρῳ· παρ' ὧν ἀσυμφωνίας συντελεσθείσης πρὸς ἐναντιότητα χωροῦσιν ἀμφότεροι. ἐκστρατεύουσι τοιγαροῦν Ῥωμαῖοί τε καὶ Βούλγαροι κατ' ἀλλήλων, καὶ πολεμικῆς συμβολῆς καθεστώσης ἀνὰ κράτος ἡττᾶται τὸ Ῥωμαϊκὸν στράτευμα, ὡς ἔοικεν ἑτέρως τῆς ἄνω προνοίας μελλούσης τὰ καθ' ἡμᾶς διεξάγειν, καταλήψεως λόγῳ ἐν κρείττονι. 1.11 Ἀλλ' ὅθεν διέστημεν, αὖθις νῦν ἐπανίωμεν. ἀναρρηθεὶς δὲ δημοσίᾳ Λέων ὁ βασιλεὺς Θωμᾶν τὸν ἑαυτοῦ ἡλικιώτην τουρμάρχην εἰς φοιβεράτους ἐπέστησεν, καὶ Μιχαήλ, οὗ τὸν παῖδα πνευματικῆς ἐκ κολυμβήθρας υἱοποιήσατο, τῇ πατρικίου καὶ ἐξκουβίτου τιμῇ διεσέμνυνεν. 1.12 Τῶν οὖν δυσμενῶν Βουλγάρων τῇ προτέρᾳ νίκῃ κατεπαρθέντων, οὐχ ἡ τυχοῦσα παρ' αὐτοῖς ἐν πολλαῖς χώραις καὶ κατοικίαις διά τε πυρπολήσεως καὶ αἰχμαλωτεύσεως παρηκολούθει ἐρήμωσις, ὥστε πρὸς τὸν τῶν Βουλγάρων <ἀρχηγὸν> πεμφθῆναι παρὰ τοῦ βασιλέως εὔλογον ἦν, πρὸς τὸ εἰρηνικὸν ἀπονεύοντος, σπονδὰς ἐπεργάσασθαι. τοῦ δὲ κρατοῦντος Βουλγάρου μὴ πρὸς τοῦτο καταθεμένου, ἅτε βαρβαρικοῦ τὸν τρόπον καὶ καταλαζονευομένου, Λέων ὁ βασιλεὺς κατ' αὐτῶν ἐκστρατεύειν ἐπείγεται. καὶ μάχης κραταιᾶς κροτηθείσης, βασιλικῷ διατάγματι ὁ καθ' ἡμᾶς λαὸς τροπῇ ὑποβάλλεται, ὥστε καὶ αὐτοῦ τοῦ βασιλέως συντρέπεσθαι. ἀμέλει τῶν Βουλγάρων τῇ διώξει ἐπικειμένων, ἐξ ὑποστροφῆς μετὰ τοῦ περιόντος λαοῦ ἀντικαθίσταται ὁ βασιλεὺς καὶ τούτοις παρεμβαλὼν ἀριστεὺς κατ' αὐτῶν ὁλοτελῶς ἀναδείκνυται. οὐ μὴν ἀλλὰ καὶ αὐτοῦ κατισχῦσαι Βουλγάρων τοῦ ἀρχηγοῦ, καὶ τούτων τὰ ἔκγονα τὰ μὲν προσαράξαι ταῖς πέτραις, τὰ δὲ ἐν ἅλωνι χαλεπῶς τιμωρήσασθαι, ὡς ἐντεῦθεν ἐν τούτοις πεπερατῶσθαι παλίντιτα ἔργα κατὰ τὴν ποίησιν. 1.13 Εἶτα εἰς λογισμὸν ἧκεν ὁ βασιλεὺς περὶ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, καὶ στέλλει αὐτῷ τὰ πρὸς χρείαν κατ' εὐχὴν ἀναθήματα, ἅτε χρησμῳδῷ ἀληθεῖ τῶν ἀποβαινόντων ἀναφανέντι. ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἐτετελευτήκει ὁ αὐτὸς μοναστής, καὶ συνέβη ἀντ' αὐτοῦ ἕτερον Σαββάτιον μοναχὸν τῷ σκηνιδίῳ αὐτοῦ ὑπεισδῦναι, ὅστις τῇ προσκυνήσει τῶν σεβασμίων εἰκόνων κρυφίως ἀντικαθίστατο. θεασάμενος δὲ τὸν παρὰ βασιλέως ἀπεσταλμένον ἀπόπεμπτον ἐποιεῖτο, τὸν πέμψαντα κρίνας ἀπεοικότα τῇ ἁλουργίδι, ὡς εἰδώλοις προσανέχοντα, ταῖς παρὰ τῆς σεβαστῆς Εἰρήνης σεβομέναις εἰκόσι καὶ Ταρασίου τοῦ ἀοιδίμου πατριάρχου, Παρδὼ ταύτην καὶ Θυάδα, καὶ Ταράξιον τὸν ἀρχιερέα τοῦ θεοῦ ἀφρόνως ἐξυβρίζων ὁ ἄθλιος· ἀνθ' ὧν καταστρέψαι κύριον τὴν αὐτοῦ βασιλείαν καὶ ἐπιστέλλων προήγγειλεν, εἴπερ ταύτας οὐ καταστρέψειεν. τούτοις καταβροντηθεὶς ὁ παραπλὴξ βασιλεὺς μετακαλεῖται Θεόδοτον καὶ παραδείκνυσιν αὐτῷ τὰ ἐπεσταλμένα παρὰ τοῦ μονάζοντος. τότε δὴ τότε ὁ Θεόδοτος δραξάμενος τοῦ τοιούτου σκοποῦ καὶ ἀναθαρρήσας λέγει τῷ βασιλεῖ, τῷ κακῷ κακὸν ἐπιπλεονάζων, παρά τινος μοναστοῦ διενεργεῖσθαι παράδοξα, τὴν οἴκησιν κεκτημένου ἐν τοῖς τοῦ Μαυριανοῦ, οἷς γειτνιάζειν τὸν ∆αγιστέα διεσαφήνιζεν, ἕτερον τοῦτον ἐπιφημίζων μέγαν Ἀντώνιον· καὶ ὅπερ ἐρεῖν τῇ σῇ βασιλείᾳ προέλοιτο, τοῦτο καὶ διαπράξασθαι προθυμήθητι. ταῦτα σκαιῶς οὕτως τῷ βασιλεῖ ὑποθέμενος ἄπεισι πρὸς τὸν μοναστὴν