5
Ἀλλὰ θεὸς μέν, φησί, τῷ πνεύματι τῷ σαρκωθέντι, ἄνθρωπος δὲ τῇ ὑπὸ τοῦ θεοῦ προσληφ θείσῃ σαρκί. τί ἐστι πάλιν τοῦ πνεύματος σάρκωσις ἐκτὸς τῆς πρὸς τὴν ἡμετέραν σάρκα ἑνώσεως; πόθεν δὲ προσελήφθη ἄνθρωπος, εἰ μὴ ἐκ τοῦ πρώτου ἀνθρώπου, οὗ τὴν πρώτην γένεσιν ἐκ γῆς, οὐκ ἐκ τοῦ οὐρανοῦ γενεαλο γοῦντος τοῦ Μωυσέως ἠκούσαμεν; λαβὼν γὰρ ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασεν· ἄλλην δὲ ἀνθρώπου κατασκευὴν ἐξ οὐρανοῦ συστῆναι παρ' οὐδενὸς μεμαθήκαμεν. εἶτα ἐπάγει τοῖς εἰρημένοις ὅτι Τὸ μυστήριον ἐν σαρκὶ ἐφανερώθη, καλῶς τοῦτο λέγων, οὗτος ὁ ἡμέτερος λόγος, καὶ ὅτι Ὁ λόγος σὰρξ ἐγένετο κατὰ τὴν ἕνωσιν, καὶ ταῦτα τῆς ὑγιαινούσης φωνῆς ἐστι τὰ ῥήματα· ὁ γὰρ ἡνῶσθαι τῇ σαρκὶ τὸν λόγον εἰπὼν οὐδὲν ἕτερον ἢ τῶν δύο τὴν συνδρομὴν λέγει. Ἀλλ' οὐκ ἄψυχος, φησίν, ἡ σάρξ· στρατεύεσθαι γὰρ κατὰ τοῦ πνεύματος εἴρηται καὶ ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοός. ὑπέρευγε τῆς εὐγνωμοσύνης! οὐκ ἄψυχον τῷ θεῷ περιπλάσσει τὴν σάρκα. οὐκοῦν ἐρωτήσωμεν, εἰ ἔμψυχος προσελήφθη παρὰ τοῦ θεοῦ λόγου ἡ σάρξ, καθώς φησιν ὁ λογογράφος· ἔμψυχα δέ φαμεν καὶ τῶν ἀλόγων τὰ σώματα· ὁ ἀνθρωπίνην σάρκα καὶ ταύτην ἔμψυχον προσοικίζων τῷ λόγῳ οὐδὲν ἕτερον ἢ ὅλον συνάπτει τὸν ἄνθρωπον· οὐδὲν γὰρ ἄλλο παρὰ τὴν νοερὰν φύσιν τῆς ἀνθρωπίνης ψυχῆς ἐστιν ἰδίωμα διὰ τὸ ἐν πᾶσι τοῖς ἄλλοις κοινωνίαν εἶναι ἡμῖν πρὸς τὰ ἄλογα· τὸ ἐπιθυμητικόν, τὸ θυμοειδές, ἡ κατὰ τροφὴν ὄρεξις, ἡ πρὸς τὴν αὔξησιν δύναμις, ὁ κόρος, ὁ ὕπνος, ἡ πέψις, 3,1.141 ἡ ἀλλοίωσις, ἡ τοῦ ἀχρειωθέντος ἐκποίησις, πάντα κατὰ τὸ ἴσον ἐν ἡμῖν καὶ τοῖς ἀλόγοις διά τινος ψυχικῆς δυνάμεως οἰκονομεῖται. ὁ τοίνυν λέγων ἄνθρωπον εἶναι τὸν προσειλημ μένον, ἔμψυχον δὲ τοῦτον διδοὺς οὐδὲν ἕτερον ἢ καὶ νοητὴν αὐτῷ προσεμαρτύρησε δύναμιν, ὅπερ ἴδιον τῆς ἀνθρωπίνης ἐστὶ ψυχῆς, ἐξ αὐτῶν, ὧν παρέθετο ἡμῖν, τῶν τοῦ ἀποστόλου ῥημάτων· ὁ γὰρ εἰπὼν ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν (τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται) τῆς προαιρετικῆς τε καὶ διανοητικῆς δυνάμεως ἐναργῆ τὰ ἰδιώ ματα λέγει· τὸ γὰρ ἐπιπειθῶς ἢ ἀντιτύπως πρὸς τὸν νόμον ἔχειν προαιρέσεως ἴδιον αὐτό τε τὸ τοῦ φρονήματος ὄνομα οὐκ ἄν τις τῆς κατὰ τὸ φρονεῖν ἐνεργείας ἀποχωρίσειεν. τὸ δὲ φρονεῖν ταὐτὸν εἶναι τῷ νοεῖν οὐδ' ἂν τῶν κομιδῇ τις νηπιαζόντων ἀντείποι· ὅ τε ἀντιστρατευόμενος καὶ αἰχμαλωτίζων πῶς ἂν τῆς ἐνεργείας τοῦ νοεῖν ἀμοιρήσειεν; οὐ γὰρ τὸ πρὸς τὰ φαῦλα κινεῖσθαι τοῖς κακοῖς τὴν προαίρεσιν ἀπόδειξις τοῦ μὴ εἶναι νοῦν ἐν ἐκείνοις ἐστίν, ἀλλὰ καλῆς μὲν διανοίας ἐκτός εἰσι, νοοῦσι δὲ ὅμως· ἐπεὶ καὶ τὸν ὄφιν ἐκεῖνον, ὃν δὴ τῆς κακίας ἀρχηγὸν καὶ εὑρετὴν παρὰ τῶν γραφῶν ἐδιδάχθημεν, οὐκ ἀνόητον εἶναί φησιν ὁ θεόπνευστος λόγος, πλείονα τῶν ἄλλων προσμαρτυρῶν τούτῳ τὴν φρονι μότητα.
Οὐκοῦν ἐξ αὐτῶν, δι' ὧν οἴεται συνιστᾶν τὸν ἑαυτοῦ λόγον, αἱ παρατεθεῖσαι ἡμῖν φωναὶ τὸ ἀσεβὲς τοῦ κατ' αὐτὸν δόγματος διελέγχουσιν. οὐ γὰρ ἐν τούτοις μόνοις ὁ ἀπόστολος ἀνθίστησι τὴν σάρκα τῷ πνεύματι, τουτέστι τὴν πονηρὰν προαίρεσιν τῇ ἀστειοτέρᾳ ζωῇ, ἀλλὰ καὶ πρὸς Κορινθίους φησὶ τὸ ἐμπαθὲς αὐτοῖς ὀνειδίζων ὅτι Σάρκινοί ἐστε. ἆρα κατὰ τὸν χρόνον ἐκεῖνον, καθ' ὃν πρὸς αὐτοὺς ὁ λόγος ἐγένετο, κατὰ τὴν τριμερῆ τοῦ Ἀπολιναρίου τῶν ἀνθρώπων τομὴν ἀμέτοχοι τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἦσαν οἱ ἄν θρωποι; ἢ πάντως ἐκ τῆς ἀμέτρου πρὸς τὴν σάρκα διαθέσεως 3,1.142 σάρκινοι παρὰ τοῦ Παύλου προσηγορεύθησαν ἐκ τοῦ πλεονάζοντος τὴν ἐπωνυμίαν λαβόντες; καὶ δείκνυσι τὸν τοιοῦτον λόγον ἡ σύμφρασις τῶν γεγραμμένων· Ὅπου γὰρ ἐν ὑμῖν, φησί, ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε; τὸ δὲ ζηλοῦν καὶ ἐρίζειν τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἐστίν. τὰ δὲ τούτων ἐχόμενα τῆς λογογραφίας ἀπόδειξιν δῆθεν περιέχει διὰ πλειόνων μαρτυριῶν τοῦ ἐκ τριῶν συνεστάναι τὸν ἄνθρωπον, ἀπὸ σαρκός τε καὶ ψυχῆς καὶ νοῦ, ἅπερ οὐ πόρρω τοῦ καθ' ἡμᾶς ἐστι λόγου. ταὐτὸν γάρ ἐστιν ἐκ νοερᾶς ψυχῆς καὶ σώματος τὸν ἄνθρωπον λέγειν καὶ ἰδιαζόντως τὸν νοῦν ἐφ' ἑαυτοῦ ἀριθμήσαντα τριχῆ διελεῖν