1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

5

πολλῆς ἐνταῦθα ἀνέσεως ἀπολαύομεν, ὡς καὶ ἐν δύο ἡμέραις ἅπασαν τὴν ἀηδίαν ἀπονίψασθαι τὴν ἐκ τῆς ὁδοῦ γεγενημένην ἡμῖν.

7.t ΕΠΙΣΤΟΛΗ Ζʹ 7.1 Φέρε δὴ πάλιν ἀπαντλήσωμέν σου τῆς ἀθυμίας τὸ ἕλκος καὶ διασκεδάσωμεν τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνάγοντας. Τί γάρ ἐστιν ὃ συγχεῖ σου τὴν διάνοιαν; Ὅτι ἄγριος ὁ χειμὼν ὁ τὰς Ἐκκλησίας καταλαβὼν καὶ ζοφώδης καὶ νύκτα ἀσέληνον πάντα εἰργάσατο καὶ καθ' ἑκάστην κορυφοῦται τὴν ἡμέραν πικρά τινα ὠδίνων ναυάγια καὶ αὔξεται ἡ πανωλεθρία τῆς οἰκουμένης; Οἶδα τοῦτο κἀγὼ καὶ οὐδεὶς ἀντερεῖ, καὶ εἰ βούλει καὶ εἰκόνα ἀναπλάττω τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν. Θάλασσαν ὁρῶ μαινομένην πάντοθεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρυχίους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλελυμένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας, τοὺς κυβερνήτας ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν καταστρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, ὀλολύζοντας, θρηνοῦντας, ὀλοφυρομένους μόνον, οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες, οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν, καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα. Μᾶλλον δὲ μέχρι τίνος διώκομεν ἀκίχητα; Οἵαν γὰρ ἂν ζητήσω τῶν παρόντων εἰκόνα, ἡττώμενος τῶν κακῶν ὁ λόγος ἀναχωρεῖ. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογινώσκω τῆς χρηστοτέρας ἐλπίδος τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Εἰ δὲ μὴ ἐκ προοιμίων μηδὲ εὐθέως, ἔθος αὐτῷ τοιοῦτο μὴ ἐν ἀρχῇ τὰ δεινὰ καταλύειν, ἀλλ' ὅταν αὐξηθῇ καὶ πρὸς τὸ τέλος ἔλθῃ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ, τότε θαυματουργεῖν καὶ παραδοξοποιεῖν, τήν τε οἰκείαν ἐνδεικνύμενος δύναμιν καὶ τῶν ἐμπιπτόντων τὴν ὑπομονὴν ἐγγυμνάζων. Μὴ τοίνυν ἀναπέσῃς, παρακαλῶ. Ἓν γὰρ ἐστίν, Ὀλυμπιάς, φοβερόν, εἷς πειρασμός, ἁμαρτία μόνον· καὶ τοῦτο συνε χῶς ἐπᾴδων σοι τὸ ῥῆμα οὐκ ἐπαυσάμην· τὰ δὲ ἄλλα πάντα μῦθος, κἂν ἐπιβουλὰς εἴπῃς, κἂν ἀπεχθείας, κἂν δόλους, κἂν συκοφαντίας, κἂν λοιδορίας, κἂν κατηγορίας, κἂν δημεύσεις, κἂν ἐξορίας, κἂν ξίφη ἠκονημένα, κἂν πέλαγος, κἂν τὸν τῆς οἰκουμένης ἁπάσης πόλεμον. Οἷα γὰρ ἂν ᾖ ταῦτα, πρόσκαιρά τέ ἐστι καὶ ἐπίκηρα καὶ ἐν θνητῷ γενόμενα σώματι καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. ∆ιά τοι τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν εἰπών· «Τὰ γὰρ βλεπόμενα πρόσκαιρα.» Τί τοίνυν τὰ πρόσκαιρα δέδοικας, τὰ ποταμίων ῥευμάτων δίκην παραρρέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρά. Προφήτης δὲ ἕτερος ἅπασαν τὴν ἀνθρωπίνην εὐημερίαν οὐδὲ χόρτῳ, ἀλλ' ἑτέρᾳ ὕλῃ εὐτελεστέρᾳ παρέβαλεν ἄνθος αὐτὴν ὀνομάσας χόρτου πᾶσαν ὁμοῦ. Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον, ἢ τρυφὴν μόνον, ἢ δυναστείαν μόνον, ἢ τιμὰς μόνον, ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών· «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.» 7.2 Ἀλλ' ἡ δυσημερία δεινὸν καὶ βαρύ; Ἀλλ' ὅρα καὶ ταύτην πάλιν ἑτέρᾳ