1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

5

Πλὴν ἀλλὰ, καὶ εἴ τι παρελίπομεν, ἐπεξαγαγόντες τὸν λόγον εὑρήσομεν. Φέρε οὖν, ἐπειδὴ τὸ πρόσφορον καλῶς ἡμῖν ἀπέλαβε σχῆμα ἑκάστη τράπεζα, ἴδωμεν ποῦ ὑμεῖς κατακλιθήσεσθε. Ἐγὼ μὲν γὰρ ἐπ' ἐκείνην ἄπειμι τὴν τῶν τυφλῶν, τὴν τῶν χωλῶν· ὑμῶν δὲ τάχα οἱ πλείους ταύτην αἱρήσονται, τὴν τῶν στρατηγῶν, τὴν φαιδρὰν καὶ λαμπράν. Ἴδωμεν οὖν ποία πλείονος γέμει τῆς ἡδονῆς· μήπω γὰρ τὰ μέλλοντα ἐξετάσωμεν· ἐν ἐκείνοις μὲν γὰρ αὕτη κρατεῖ ἡ ἐμή. ∆ιὰ τί; Ὅτι αὕτη μὲν ἔχει τὸν Χριστὸν ἀνακείμενον, ἐκείνη δὲ ἀνθρώπους· αὕτη τὸν ∆εσπότην, ἐκείνη τοὺς δούλους. Ἀλλὰ μήπω ταῦτα, ἀλλ' ἴδωμεν ποία πλείονα ἔχει τὴν ἡδονὴν τὴν ἐν τῷ παρόντι. Καὶ κατὰ τοῦτο μὲν οὖν πλείων αὕτη ἡ ἡδονή· τὸ γὰρ μετὰ βασιλέως ἀναπεσεῖν, πλείονα φέρει τὴν ἡδονὴν τοῦ μετὰ τῶν οἰκετῶν. Ἀλλὰ καὶ τοῦτο ὑπεξέλωμεν, αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Οὐκοῦν ἐγὼ, καὶ οἱ σὺν ἐμοὶ ταύτην ἑλόμενοι τὴν τράπεζαν, μετὰ πολλῆς τῆς ἐλευθερίας καὶ τῆς θυμηδίας καὶ ἐροῦμεν ἅπαντα, καὶ ἀκουσόμεθα· ὑμεῖς δὲ τρέμοντες καὶ δεδοικότες, καὶ τοὺς ἀνακειμένους αἰδούμενοι, οὐδὲ ἐκτεῖναι χεῖρα τολμήσετε, καθάπερ εἰς παιδαγωγεῖον, ἀλλ' οὐκ εἰς ἄριστον εἰσελθόντες, καθάπερ δεσπότας δεινοὺς τρέμοντες. Ἀλλ' οὐκ ἐκεῖνοι οὕτως. Ἀλλὰ τὰ τῆς τιμῆς, φησὶ, μεγάλα. Καὶ μὴν ἐγὼ ἐν πλείονί εἰμι τιμῇ· ὑμῶν μὲν γὰρ ἡ εὐτέλεια μείζων φαίνεται, ὅταν καὶ τῆς αὐτῆς τραπέζης κοινωνοῦντες, δούλων προβάλλησθε ῥήματα. Καὶ γὰρ ὁ δοῦλος τότε μάλιστα φαίνεται, ὅταν μετὰ τοῦ δεσπότου κατακείμενος ᾖ. Ἐκεῖνος μὲν γὰρ, ἔνθα μὴ προσῆκεν αὐτῷ, γίνεται, οὐ τοσαύτην ἀπὸ τῆς οἰκειώσεως ἔχων σεμνότητα, ὅσην τὴν ταπείνωσιν· σφόδρα γὰρ τότε ταπεινοῦται. Καὶ τὸν δοῦλον ἴδοι τις ἂν λαμπρὸν ὄντα καθ' ἑαυτὸν, καὶ τὸν πένητα λαμπρὸν ὄντα καθ' ἑαυτὸν, μὴ ὅταν μετὰ πλουσίου βαδίζῃ· τὸ γὰρ ταπεινὸν, ὅταν ἐγγὺς ᾖ τοῦ ὑψηλοῦ, τότε φαίνεται ταπεινὸν, καὶ ἡ παράθεσις τὸ ταπεινὸν ταπεινότερον δείκνυσιν, οὐχ ὑψηλότερον. Οὕτω καὶ ὑμᾶς εὐτελεστέρους δείκνυσι τὸ μετ' ἐκείνων ἀνακεῖσθαι, ἀλλ' οὐχ ἡμᾶς. ∆ύο μὲν οὖν τούτοις πλεονεκτοῦμεν, τῇ τε ἐλευθερίᾳ, καὶ τῇ τιμῇ, ὧν οὐδὲν ἴσον εἰς ἡδονῆς λόγον ἐστί. Βουλήσομαι γὰρ ἂν ἔγωγε ἄρτου μεταλαβεῖν μετ' ἐλευθερίας, ἢ μυρίων ἐδεσμάτων μετὰ δουλείας. Κρεῖσσον γὰρ, φησὶ, ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ βοῦς ἀπὸ φάτνης μετ' ἔχθρας. Ὃ γὰρ ἂν εἴπωσιν ἐκεῖνοι, ἀνάγκη τοὺς παρόντας ἐπαινεῖν, ἢ προσκρούειν, παρασίτων τάξιν ἀναδεδεγμένους, μᾶλλον δὲ ἐκείνων χείρους ὄντας. Τοῖς μὲν γὰρ εἰ καὶ μετ' αἰσχύνης καὶ τοῦ ὑβρίζεσθαι, ὅμως μέτεστι παῤῥησίας· ὑμῖν δὲ οὐδὲ τούτου. Ἀλλ' ἡ μὲν εὐτέλεια τοσαύτη· δεδοίκατε γὰρ καὶ κατεπτήχατε· ἡ δὲ τιμὴ οὐκέτι. Οὐκοῦν πάσης μὲν ἡδονῆς ἀπεστέρηται ἡ τράπεζα ἐκείνη, πάσης δὲ αὕτη γέμει θυμηδίας. 62.306 εʹ. Ἀλλὰ καὶ αὐτῶν τῶν ἐδεσμάτων τὴν φύσιν ἐξετάσωμεν. Ἐκεῖ μὲν γὰρ ἀνάγκη καὶ μὴ βουλομένῳ διαῤῥήγνυσθαι τῷ πολλῷ οἴνῳ, ἐνταῦθα δὲ οὐκ ἔνι μὴ βουλόμενον ἐσθίειν καὶ πίνειν. Ὥστε ἐκεῖ μὲν τὴν ἐκ τῆς τῶν σιτίων ποιότητος ἡδονὴν ἥ τε προλαβοῦσα ἀτιμία ἀφαιρεῖται, καὶ ἡ ἐκ τῆς πλησμονῆς ἀηδία. Οὐ γὰρ ἧττον λιμοῦ τὰ σώματα ἡμῖν ἡ πλησμονὴ διαφθείρει καὶ ὀδυνᾷ, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον· καὶ ὃν ἂν θέλῃς μοι δοῦναι, εὐκολώτερον αὐτὸν διαῤῥηγνύω τῇ πλησμονῇ, τοῦ λιμοῦ. Ὄντως γὰρ τοῦτο ἐκείνου φορητότερον· ὅτι λιμὸν μὲν ἄν τις καὶ εἴκοσιν ἡμέρας ἐνέγκοι, πλησμονὴν δὲ οὐδὲ δύο μόνας· καὶ τούτῳ μὲν προσπαλαίοντες διηνεκῶς οἱ ἐν τοῖς ἀγροῖς, ἐν ὑγείᾳ εἰσὶ καὶ οὐ δέονται ἰατρῶν· ταύτην δὲ, τὴν πλησμονὴν λέγω, οὐκ ἂν ἐνέγκοιεν μὴ συνεχῶς καλοῦντες ἰατρούς· μᾶλλον δὲ καὶ τὴν ἐκείνων βοήθειαν ἤλεγξε πολλάκις ἡ ταύτης τυραννίς. Καὶ ἡδονῆς μὲν οὖν ἕνεκεν αὕτη τὰ πρῶτα ἔχει. Εἰ γὰρ ἡ τιμὴ τοῦ ἀτιμάζεσθαι ἡδίων, καὶ τὸ ἐν ἐξουσίᾳ εἶναι τοῦ ὑποτάσσεσθαι, καὶ τὸ θαῤῥεῖν τοῦ τρέμειν καὶ δεδοικέναι, καὶ τὸ τῶν ἀρκούντων ἀπολαύειν τοῦ πέρα τοῦ