1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

5

οὐδὲ Μάρκος, ὥσπερ οὐδὲ οὗτος μόνος ἀπόστολος, ἀλλὰ καὶ ἐκεῖνοι, εἰ καὶ κατ' ἐξαίρετον ὁ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο λέγονται εἶναι. Εὐαγγέλιον δὲ αὐτὸ οὐ διὰ τὰ γεγενημένα ἀγαθὰ μόνον καλεῖ, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα. Πῶς δὲ τὸν Θεὸν εὐαγγελίζεσθαι δι' αὐτοῦ φησιν; Ἀφωρισμένος γὰρ, φησὶν, εἰς Εὐαγγέλιον Θεοῦ· ὁ γὰρ Πατὴρ καὶ πρὸ τῶν Εὐαγγελίων δῆλος ἦν. Ἀλλ' εἰ καὶ δῆλος ἦν, Ἰουδαίοις μόνοις, καὶ οὐδὲ τούτοις πᾶσιν, ὡς ἔδει· οὔτε γὰρ Πατέρα αὐτὸν ὄντα ᾔδεσαν, καὶ πολλὰ ἀνάξια αὐτοῦ τότε ἐφαντάζοντο· διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, ὅτι Ἥξουσιν οἱ ἀληθινοὶ προσκυνηταί· καὶ, ὅτι Ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Ὕστερον δὲ καὶ αὐτὸς μετὰ τοῦ Υἱοῦ ἐξεφάνθη τῇ οἰκουμένῃ πάσῃ· ὅπερ οὖν καὶ προαναφωνῶν ἔλεγεν ὁ Χριστός· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων ἀνορθῶν τὸν ἀκροατήν. Οὐ γὰρ ἦλθέ τι σκυθρωπὸν ἀπαγγέλλων, ὥσπερ οἱ προφῆται κατηγορίας καὶ ἐγκλήματα καὶ ἐπιτιμήσεις, ἀλλὰ Εὐαγγέλια, καὶ Εὐαγγέλια Θεοῦ, μενόντων καὶ ἀκινήτων ἀγαθῶν θησαυροὺς μυρίους. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. Κύριος γὰρ δώσει ῥῆμα, φησὶ, τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· καὶ πάλιν, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! βʹ. Ὁρᾷς καὶ ῥητῶς τοῦ Εὐαγγελίου καὶ τὸ ὄνομα καὶ τὸν τρόπον ἐν τῇ Παλαιᾷ κείμενον; Οὐ γὰρ διὰ ῥημάτων αὐτὸ καταγγέλλομεν μόνον, φησὶν, ἀλλὰ καὶ διὰ πραγμάτων· οὐδὲ γὰρ ἀνθρώπινον ἦν, ἀλλὰ καὶ θεῖον καὶ ἀπόῤῥητον καὶ πᾶσαν ὑπερβαῖνον φύσιν. Ἐπειδὴ δὲ καινοτομίαν ἐνεκάλουν τῷ πράγματι, δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὂν, καὶ ἐν τοῖς προφήταις προδιαγραφόμενον. Εἰ δὲ μὴ ἐξ ἀρχῆς ἔδωκε, παρὰ τοὺς μὴ βουλομένους δέξασθαι· οἱ γοῦν βουλόμενοι ἤκουσαν. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς οὖν φησὶν, ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον; Οὕτω, φησὶν, ὡς ὑμεῖς βλέπετε καὶ ἀκούετε, αὐτὴν τὴν σάρκα, καὶ αὐτὰ τὰ σημεῖα τὰ ἐπὶ τῶν ὄψεων. Σὺ δέ μοι σκό 60.397 πει, πρὸ πόσων ταῦτα προεκηρύττετο χρόνων· καὶ γὰρ ὅταν μεγάλα τινὰ προκατασκευάζειν ὁ Θεὸς μέλλῃ, πρὸ πολλῶν αὐτὰ προαναφωνεῖ χρόνων, γυμνάζων τὴν ἀκοὴν πρὸς τὴν ὑποδοχὴν τῆς παρουσίας αὐτῶν. Ἐν Γραφαῖς ἁγίαις. Οὐ γὰρ ἔλεγον οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἔγραφον ἅπερ ἔλεγον· οὐκ ἔγραφον δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων ἐτύπουν, ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ ἄγων, καὶ Μωϋσῆς τὸν ὄφιν ὑψῶν, καὶ τὰς χεῖρας ἐκτείνων ἐπὶ τοῦ Ἀμαλὴκ, καὶ τὸν ἀμνὸν τοῦ πάσχα θύων. Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα. Τί ποιεῖς, ὦ Παῦλε; μετεωρίσας ἡμῶν τὰς ψυχὰς καὶ ἀναγαγὼν, καὶ μεγάλα καὶ ἀπόῤῥητα φαντασθῆναι ποιήσας, καὶ Εὐαγγέλιον εἰπὼν, καὶ Θεοῦ Εὐαγγέλιον, καὶ χορὸν προφητῶν εἰσαγαγὼν, καὶ δείξας πάντας ἀνακηρύττοντας πρὸ πολλῶν ἐτῶν τὰ ἐσόμενα, ποῦ πάλιν ἡμᾶς κατάγεις πρὸς τὸν ∆αυΐδ; περὶ ἀνθρώπου τίνος διαλέγῃ, εἰπέ μοι, καὶ πατέρα δίδως αὐτῷ τὸν τοῦ Ἰεσσαὶ υἱόν; καὶ ποῦ ταῦτα τῶν εἰρημένων ἄξια; Σφόδρα μὲν οὖν ἄξια· οὐ γὰρ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν. ∆ιά τοι τοῦτο προσέθηκα τὸ, Κατὰ σάρκα, αἰνιττόμενος, ὅτι καὶ κατὰ πνεῦμα γέννησίς ἐστι τοῦ αὐτοῦ. Καὶ τίνος ἕνεκεν ἐντεῦθεν ἤρξατο, καὶ οὐκ ἐκεῖθεν ἀπὸ τῶν ὑψηλοτέρων; Ὅτι καὶ Ματθαῖος ἐντεῦθεν καὶ Λουκᾶς καὶ Μάρκος. Τὸν γὰρ μέλλοντα χειραγωγεῖν πρὸς τὸν οὐρανὸν, κάτωθεν ἄνω χειραγωγεῖν ἀναγκαῖον· οὕτω γὰρ καὶ τὸ πρᾶγμα ᾠκονομήθη. Πρῶτον γοῦν εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ τότε ἐνόησαν Θεόν. Ἧ τοίνυν αὐτὸς τὴν διδασκαλίαν ἐποιήσατο, ταύτῃ καὶ ὁ μαθητὴς αὐτοῦ τέμνει τὴν ἐκεῖ φέρουσαν ὁδόν. Πρῶτον οὖν λέγει τὴν κατὰ σάρκα γέννησιν, οὐκ ἐπειδὴ πρώτη ἦν, ἀλλ' ἐπειδὴ ἀπὸ ταύτης πρὸς ἐκείνην ἀνῆγε τὸν ἀκροατήν. Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει καὶ Πνεύματι ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ. Ἀσαφὲς τὸ εἰρημένον ἀπὸ τῆς τῶν λέξεων