5
καὶ πεπλαστουργημένως τάδε φησίν, ὡς τῇ ἐπιούσῃ νυκτί, ὥρᾳ διωρισμένῃ, τὸν βασιλέα ἐν εὐτελεῖ καταστήματι προσοίσω σοι διηγησόμενον περί τε πίστεως καί τινων πραγμάτων ἀξιολόγων· ὃν ἐπαρᾶσθαι καὶ τάχιον τοῦ βίου παρελθεῖν ἐξειπεῖν σοι βουλεύομαι, εἰ μήπω Λέοντος τοῦ Ἰσαυρίαθεν ὡρμημένου στοιχειοῖτο τῷ δόγματι, καὶ ὡς εἴ γε τοῦτο παραφυλάξοιτο, ἐν δυσὶν ἔτεσι καὶ οʹ τῆς βασιλείας ἐνδυναστεύων ἐλάσειεν, ὡς δῆθεν τῇ φιλοζωΐᾳ καὶ φιλοδοξίᾳ τοῦτον πρὸς τὸ οἰκεῖον θηράσασθαι θέλημα· ταύταις γὰρ ἐφετικῶς ἐκεκράτητο, καὶ μάλιστά γε νεότητι κουφιζόμενος. ταῦτα παρά τε Θεοδότου καὶ τοῦ ἐν Μαυριανοῖς ἠμαυρωμένου μονάζοντος διεσκεμμένως τῷ βασιλεῖ κατεσκεύαστο, οἷά περ αἱρεσιάρχαις ὑπάρχουσιν. εἰσιὼν οὖν ὁ βασιλεὺς μετὰ τοῦ Κασσιτηρᾶ πρὸς τὸν μοναχὸν καί τινας λόγους εἰς αὐτὸν προοιμιασάμενος ἀπορραπίζεται παρ' αὐτοῦ, ὡς προεγνωκότος τὸ αὐτοῦ πρόσχημα, οὕτως λέγοντος, μὴ δεῖν ἐν ἰδιωτικῇ καταστάσει βασιλέα σε ὄντα οὑτωσὶ ὑποκρίνεσθαι καὶ ἀγνοεῖσθαί πως οἴεσθαι. δι' ὧνπερ καταπλαγεὶς ὁ βασιλεὺς τῆς μηχανοραφηθείσης προγνώσεως εὐπειθὴς τούτῳ καθίσταται. τοῦτο γὰρ ἐκ προνοίας τῷ Θεοδότῳ ἐφετὸν ὑπάρχον προετέχναστο, ὡς καὶ παρὰ τοῦ μακαρίτου Θεοφάνους καὶ ὁμολογητοῦ ταῦτα δι' ἐμμέτρου ποιήσεως ἐστηλίτευτο. 1.14 ∆ιὸ τῶν σεβασμίων εἰκόνων ἐκ βασιλέως καθαίρεσις θριαμβεύεται. πρὸς ἣν καὶ τὸν ἀρχιερέα Νικηφόρον ὑποσημήνασθαι κατηνάγκαζεν, καὶ μηδαμῶς πειθαρχήσαντα ἀλογίστως εὐθύνει ἐξόριστον (ᾧτινι τὸ διάδημα περιτιθέντι κατὰ τὴν τοῦ Λέοντος κεφαλὴν ἐδόκει ὡς ἀκανθῶν καὶ τριβόλων προστρίψεσιν ὀδύνης ἐπαισθέσθαι). ἀπαγομένῳ δὲ αὐτῷ ὁ ὁμολογητὴς Θεοφάνης <ὁ> Ἀγρόθεν κατά τινα τῶν αἰγιαλῶν ἥνωτο ἀπονέμων σεβασμιότητας κηροῖς τε ἅμα καὶ θυμιάμασι, κἀκεῖθεν εὐλογίας ἀντιλαμβάνων ταὐτὸ δὴ τοῦτο τοῖς αὐτοῦ φοιτηταῖς, ἔπει<τα> τάδ' ἀκηκοόσι, ποιεῖν προσετίθετο τῆς Προποντίδος ἀπαίροντι. οὓς ὁ πατριάρχης ἰδὼν καὶ τὸν ἑαυτοῦ αὐχένα συγκύψας τάς τε χεῖρας μετεωρίσας ἀνεκαλεῖτο ἐσχάτῃ τῇ προσκυνήσει τὰς εὐπροσδέκτους ἐντεύξεις τοῦ πανευσεβοῦς Θεοφάνους· περὶ οὗ οἱ συμπαρόντες ἠρεύνουν· ὅτε περ τὰς χεῖρας <ᾖρες> μεταρσίους, ὦ δέσποτα, πρὸς τίνα ἐπιτρεπτικῶς ἑαυτοῦ διενενόησο ἐπὶ μακρῷ ἀσπασμὸν ἐπαφεῖναι τὸν ὕστατον; ὁ δέ φησι· τῷ ὁσίῳ πατρὶ καὶ ὁμολογητῇ Θεοφάνει μονῆς τοῦ Ἀγροῦ, τῷ λαμπάσι καὶ λιβανωτοῖς ἡμᾶς δεξιωσαμένῳ. καὶ τὸ προφητευθὲν εἰς πρᾶξιν ἐξῄει· οὐ μετὰ πολὺ γὰρ αὐτὸς μετὰ πολλῶν ἄλλων ἀφορισθέντων τῆς ἐκκλησίας σὺν ἀπείροις κακώσεσι τὸν τῆς ὁμολογίας ἐταινιώσατο στέφανον, τὸν πατριάρχην μηκέτι κατὰ τὸ προρρηθὲν θεασάμενος. ὁ οὖν Θεόδοτος, τὸν πατριαρχικὸν θρόνον παρ' ἀξίαν ἀπειληφὼς ἐν ἡμέρᾳ τῆς ζωοποιοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀναστάσεως, ἐπ' ἀδείας τῆς αἱρέσεως εἴχετο καὶ πολλοῖς ταύτης οἷα λήμης ἐπεκοινώνει. 1.15 Τοίνυν ὁ βασιλεὺς Λέων, κατά τε Βουλγάρων καὶ Ἀγαρηνῶν νεανιευσάμενος καὶ ἀηττήτῳ οἰήσει κατασχεθείς, ἀλαζονικώτερος ἅπασι κατεφαίνετο, ὡς ἐντεῦθεν καὶ ἀποκλίνειν πρὸς τὸ ὠμότερον. καὶ γὰρ ἦν φοβερὸς τῷ τε καταστήματι καὶ τοῖς πράγμασι, μηδὲν παραθραύων τῆς ἐνούσης αὐτῷ αὐστηρίας βασκανίας τε καὶ ἰταμότητος, καὶ τοσοῦτον, ὥστε πολλῶν καὶ τῶν ἐπὶ μικροῖς ἑαλωκότων ἐγκλήμασιν ὧν μὲν χεῖρας, ὧν δὲ πόδας καί τινα τῶν καιρίων μελῶν ἐν ταῖς λεωφόροις τῆς πόλεως συνεχῶς ἐγκρεμάννυσθαι, ὡς ἐκ τούτων μισητὸν καθεστάναι πᾶσι τοῖς ὑπὸ χεῖρα. χρόνου δὲ προϊόντος οὐ μέχρι τούτων ἐνέμενε χαλεπὸς ὤν, ἀλλ' ἐκορυβαντία καὶ κατὰ τῆς εὐσεβοῦς πίστεως. εὗρε γὰρ καί τινα συνεργὸν τῆς ἐνδομυχούσης αὐτῷ μοχθηρίας, ἄνδρα πανοῦργον, ὃς ἐπιστατῶν τοῦ ἱεροῦ τάγματος ἐν τοῖς ἀνακτόροις ἐτύγχανεν καὶ τὴν ἔξω φαινομένην εἶχεν εὐσέβειαν. ὑποτοπάσας γοῦν καιρόν, καθ' ὃν εἰς ἐπήκοον ἦν τὸ τοῦ Ἡσαΐου φάσκον διάγγελμα τίνι ὡμοιώσατε κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ἢ ὁμοίωμα κατεσκεύασεν