6
πά θος· ὥστε λέγειν αὐτόν· «Ὤρυξαν χεῖράς μου καὶ πόδας, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ἀνόμ. Ἀλλ' οὐ πρὸ τοῦ αἰῶνος τοῦτο ἐλέχθη, ἀλλ' ἀπὸ τῶν χρόνων ∆αβίδ. Ὀρθ. Καὶ ἀπὸ τῶν χρόνων τοῦ υἱοῦ ∆αβὶδ, τουτέστι Σολομῶνος, τὸ, «Κύριος ἔκτισέ με,» εἴρη ται. Ἀνόμ. Ἀλλὰ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» εἴρηται. Ὀρθ. «Πρὸ» γὰρ «τοῦ αἰῶνος τὸ μυστήριον τοῦτο ἀποκεκρυμμένον ἦν,» ὡς ὁ Παῦλος λέγει, «ὃ νῦν ἐφανερώθη τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Καὶ ὅτι αὐτός ἐστι τὸ πρὸ τῶν αἰώνων θεμελιωθὲν, ἄκουε αὐτοῦ καὶ ἐν ἄλλοις λέγοντος· «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς,» τὸν λέγοντα· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.» Χριστὸς δὲ Ἰησοῦς ἔκτοτε Θεὸς Λόγος κέκληται, ἐξ οὗ ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἐλέχθη παρὰ τοῦ ἀγγέλου· «Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Τὸ ἄρα, «Κύριος ἔκτισέ με,» καὶ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» περὶ τῆς σαρκώ σεως αὐτοῦ εἴρηται, τοῦ ἀληθῶς πρὸ τῶν αἰώνων ἀποκεκρυμμένου μυστηρίου. Ἀνόμ. Καὶ πῶς δύναται γεννῆσαι ἐκ τῆς ὑπο στάσεως αὐτοῦ, καὶ μὴ παθεῖν; Ὀρθ. Τὸ, πῶς δύνα ται, μὴ ἐξέταζε· τὸ δὲ, ἐκ τῆς ὑποστάσεως, δέδεικται. Ἀνόμ. Πῶς δέδεικται; Ὀρθ. Ὅτι οὐκ ἔστι κτίσμα,δέδεικται. Τὸ δὲ μὴ ὂν κτίσμα, ἢ ἀγέννητόν ἐστιν, ἢ γεννητὸν, ἢ ἐκπορευτὸν ὡς ἐξ αἰτίου. Ἀγέννητος δὲ οὐκ ἔστιν, Υἱὸς ὢν γεννητός· ἄρα οὖν ἐκ τῆς ὑπο στάσεώς ἐστιν. Ἀνόμ. Καὶ πῶς δύναται εἶναι ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Εἰ μὴ ἔστιν ἐκ τῆς ὑποστά σεως, ἢ κτίσμα ἐστὶν, ἢ ἀγέννητος· ἀγέννητος δὲ οὐκ ἔστιν, Υἱὸς ὤν· κτίσμα οὐκ ἔστιν· οὐ γὰρ ἐνετείλατο, καὶ ἐγένετο· ἀλλὰ ἐκ γαστρὸς αὐτὸν ἐγέννησεν· ἐκ τῆς ὑποστάσεως ἄρα, καὶ οὐκ ἐξ οὐκ ὄντων ἐστὶ, καθ άπερ τὰ κατ' ἐντολὴν ὑπάρξαντα. Ἀνόμ. Πάλιν οὖν σύνθετον νομίζεις τὸν Θεὸν, γαστέρα λέγων. Ὀρθ Μὴ γένοιτο σύνθετον εἰπεῖν τὸν Θεόν! ἀλλὰ, καθὼς 28.1133 ἀνωτέρω εἶπον, τὴν γαστέρα, ἣν εἶπεν ἡ Γραφὴ, τοῦ Θεοῦ, ἐγὼ τὸ γεννητικὸν τῆς ὑποστάσεως νοῶ. Καὶ γὰρ καὶ ἐφ' ἡμῶν κέχρηται, ὡς προαποδέδεικται, ἡ Γραφὴ τῇ συνηθείᾳ ταύτῃ, λέγουσα· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσα μεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας.» Ἐν γαστρὶ λέγων, οὐχὶ τὴν σωματικὴν, ἀλλ' ἐν αὐτῇ τῇ ὑποστάσει. Ἀνόμ. Παρ' ὀλίγον με πείθεις ὁμοουσιαστὴν γενέσθαι. Ὀρθ. ∆ώσοι σοὶ ὁ Θεὸς Χριστιανὸν γενέσθαι· ὅταν γὰρ ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, τότε Χριστιανὸς ἐγένου. Ἀνόμ. Ὁμοούσιον τί ἐστι; θέλω γὰρ καὶ τοῦτο μαθεῖν. Μὴ ὁ αὐτός ἐστιν ὁ Υἱὸς καὶ Πατήρ; Ὀρθ. Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Τί οὖν ἐστιν; ἀληθῶς γὰρ θέλω μαθεῖν. Ὀρθ. Ὁμοούσιόν ἐστιν, ὃ τὸν αὐτὸν ἐπιδέχεται λόγον τῆς οὐσίας· οἷον ἄνθρωπος ἀνθρώπου οὐδὲν διαφέρει, καθὸ ἄνθρωπός ἐστιν· ἄγγελος ἀγγέλου οὐδὲν διαφέρει, ᾗ ἄγγελός ἐστιν· οὕτω καὶ Θεὸς Θεοῦ οὐδὲν διαφέρει, ᾗ Θεός ἐστιν. Ἀνόμ. Οὐδὲν οὖν διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Ὀρθ. Ἐν τῷ Θεὸν καὶ Πατέρα εἶναι, οὔ· ἐν τῷ Πατέρα καὶ Υἱὸν εἶναι, ναί· ὅτι ὁ μὲν ἐγέννησεν, ὁ δὲ γεννᾶται· καὶ τοῦτό ἐστι τὸ ὁμοούσιον. Ἀνόμ. Ἐν οὐδενὶ οὖν ἄλλῳ διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Καίτοι γέγραπται· «Τί με λέγεις ἀγαθὸν εἶναι; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Οὐκ ἔστιν οὖν ἀγαθὸς ὁ Υἱός; Ἀνόμ. Αὐτὸς εἶπε· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Ὁρᾷς, ὅτι καλῶς εἶπον, ὅταν ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, τότε Χριστια νὸς γίνῃ; Ἀνόμ. Ἐγὼ πιστεύω, ὅτι Χριστιανός εἰμι. Ὀρθ. Χριστιανὸς εἰ ἦς, οὐκ ἔλεγες, ὅτι ἀγαθὸς οὐκ ἔστιν ὁ Υἱός. Ἀνόμ. Οὐκ εἶπον, ὅτι ἀγαθὸς οὐκ ἔστιν, ἀλλ' ὅτι αὐτὸς εἶπεν· «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Καὶ διαφέρειν λέγεις τὸν Πατέρα ἐν τῇ ἀγαθότητι, τοῦ Υἱοῦ; Ἀνόμ. Αὐτὸς εἶπε· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Οὐκ εἶπε· Μή με λέγε ἀγαθὸν, ἀλλὰ, «Τί με λέγεις ἀγαθόν;» Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ τοῦ, Μή με λέγε ἀγαθὸν, καὶ τοῦ, Τί με λέγεις ἀγαθόν; Ὀρθ. Πολλή. Ἀνόμ. Ποία; Ὀρθ. Τὸ, Μή με λέγε ἀγαθὸν,ἄρνησίς ἐστιν ἀγαθότητος· τὸ δὲ, «Τί με λέγεις ἀγαθόν;» ἀντὶ τοῦ, Ἵνα τί με