1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

38

ἐζωοποίει, μὴ ὢν Θεὸς, οὔτε ἔπασχεν ἑκουσίως μὴ ὢν ἄνθρωπος· ἀμφότερα δὲ Χριστὸς, καὶ ἔπαθε καὶ ἐζωοποίει· Θεὸς ἄρα ἐστὶ καὶ ἄνθρωπος. Ἀπολλ. Εἰ μόνον ἄνθρωπος ἦν ὁ Χριστὸς, οὐκ ἂν ἐζωοποίει τοὺς νεκρούς· καὶ εἰ μόνον Θεὸς, οὐκ ἂν ἰδίᾳ παρὰ τὸν Πατέρα ἐζωοποίει τινὰς τῶν νε κρῶν· ἑκάτερα δὲ Χριστός· Θεὸς ἄρα καὶ ἄνθρωπος 28.1276 ὁ αὐτός. Ὀρθ. Οὐ μόνον μὲν ἄνθρωπος ἦν ὁ Χρι στός· οὐδὲ γὰρ ἂν ἦν Χριστὸς, εἰ μόνον ἦν ἄνθρω πος· ζωοποιῶν δὲ τοὺς νεκροὺς, οὐκ ἰδίᾳ παρὰ τὸν Πατέρα ζωοποιεῖ. Πῶς γὰρ ἔλεγεν, «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτὸς,» εἴπερ ἰδίᾳ παρὰ τὸν Πατέρα ζωοποιεῖ; κἂν τοίνυν λέγῃ, «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς, οὓς θέλει ζωοποιεῖ,» οὐ κεχωρι σμένως τοῦ Πατρὸς κατ' ἐνέργειαν τοῦτο ποιεῖν λέγει, ἀλλὰ τὸ αὐτοτελὲς τῆς ἑαυτοῦ ὑποστάσεως διδάσκων ἡμᾶς. Οὐ γὰρ ἄλλους ἐγείρει ὁ Πατὴρ νεκροὺς καὶ ζωοποιεῖ, καὶ ἄλλους ὁ Υἱός. Ἀπολλ. Ἄνθρωπος, ὑπὸ Θεοῦ ἐνεργούμενος, οὐ Θεός· σῶμα δὲ συναφθὲν Θεῷ, Θεός· Θεὸς δὲ ὁ Χριστός· οὐκ ἄρα ὑπὸ Θεοῦ ἐνεργούμενος ἄνθρωπος, ἀλλὰ σῶμα πρὸς Θεὸν συντεθέν. Ὀρθ. Οὐκ ἄνθρωπος μὲν ὑπὸ Θεοῦ ἐνεργούμενος ὁ Χριστὸς, ἀλλὰ Θεὸς ἀνθρώπῳ, ὡς αὐτὸς ὠνόμασας, συντεθεὶς, ἤγουν ἑνωθείς. Εἰ γὰρ δύναται σῶμα Θεῷ ἑνωθῆναι, ἤγουν συντεθῆναι δύναται, καὶ ὅλος ἄνθρωπος συντεθῆναι Θεῷ, καὶ εἶναι Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ὡς σὰρξ καὶ Θεὸς ὁ αὐτός. Τί δὲ καὶ λέγειν ἠθέλησας, σῶμα Θεῷ συναφθὲν Θεὸς, λέγων, ἀγνοῶ. Τὸ γὰρ σῶμα Θεὸν λέγεις, καὶ οὐκ ἔστι σῶμα· ἢ τὸν Θεὸν διὰ τοῦτο Θεὸν, διὰ τὸ συναφθὲν, ἤγουν συντεθέν. Καὶ πῶς φύσει Θεὸς, ὁ διά τι Θεός; Ἡμεῖς δὲ οὐ διὰ τὴν πρὸς τὸ σῶμα σύνθεσιν Θεὸν λέγομεν, οὔτε διὰ τὴν πρὸς ἄνθρωπον, ἀλλὰ Θεὸν διὰ τὴν φύσιν τὴν ἐκ Πατρός· Χριστὸν δὲ διὰ τὴν τοῦ δούλου μορφὴν, ἕνωσιν, ἤγουν σύνθεσιν, ὡς αὐτὸς ὠνόμασας. Ἀπολλ. Εἰ Θεοῦ ναὸς ἐγεννήθη ἐκ τῆς Μαρίας, περιττὴ ἡ καινότης τῆς ἐκ Παρθένου γεννήσεως· ναοὶ γὰρ Θεοῦ καὶ ἄνευ ταύτης ἄνθρωποι. Ὀρθ. Μάχου τοῖς θείοις Εὐαγγελίοις, ἵνα ἀκούσῃς· «Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.» Καὶ ἄκουε τοῦ Κυρίου λέγοντος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δέ τινες ἄνθρω ποι ναοὶ, ἀλλ' οὐχ οὕτω, ὡς καὶ Χριστοί· οὐδεὶς δὲ αὐτῶν συντεθεὶς τῷ Θεῷ Λόγῳ Χριστός· οὐκ ἀναχωρῶ γὰρ τῆς σῆς ὀνομασίας, ἵνα σε ἐκ τοῦ σοῦ στόματος πείσω· ἐνταῦθα δὲ συντεθεὶς ναὸς Θεῷ Λόγῳ, ἐγεννήθη Χριστὸς θεοπρεπῶς ἐκ Παρ θένου. Ἀπολλ. Εἰ ἡ αὐτὴ φύσις Χριστοῦ, οἵα καὶ ἡ ἡμῶν, ὁ παλαιός ἐστιν ἄνθρωπος ψυχὴ ζῶσα, καὶ οὐ πνεῦμα ζωοποιοῦν· καὶ ὁ τοιοῦτος οὐδὲ ζωοποιήσει· ζωοποιεῖ δὲ Χριστὸς, καὶ Πνεῦμα ζωοποιοῦν ἐστιν· οὐκ ἄρα τῆς ἡμετέρας ἐστὶ φύσεως. Ὀρθ. Ἔτι τὸ Χριστὸς οὐ νενόηκας. Οὐ γὰρ ἔγνως, ὅτι δύο ἐστὶ φύσεων ἕνωσις, καὶ οὔτε μόνος ὁ Θεὸς Χριστὸς λέ 28.1277 γεται, οὔτε μόνος ἄνθρωπος. Εἰ γὰρ τοῦτο ἔγνως, ἐγίνωσκες, ὅτι κατὰ μὲν τὴν ἀνθρωπότητα τὴν αὐτὴν ἡμῖν φύσιν ἔχει, κατὰ δὲ τὴν θεότητα τῷ Θεῷ καὶ Πατρί· καὶ τῆς ἑνώσεως γενομένης, Θεὸς ὁμολογεῖται καὶ δοξάζεται, καὶ διὰ τοῦτο ζωοποιεῖ, καὶ Πνεῦμα ζωοποιοῦν ἐστιν, τῷ τῆς θεότητος λόγῳ· οὔτε δὲ ἡμῖν κατὰ τὸ συναμφότερον. Ἀπολλ. ∆ιὰ τὴν ἑαυτοῦ φύσιν ζῇ Χριστὸς, ἢ διὰ χάριν Θεοῦ. Εἰ μὲν διὰ τὴν ἑαυτοῦ φύσιν, Θεός ἐστιν· εἰ δὲ διὰ χάριν Θεοῦ, οὔτε ὑπὲρ ἡμᾶς ἐστιν, οὔτε ζωοποιήσει ἡμᾶς. Ὀρθ. Χριστὸς ἓν πρόσωπόν ἐστιν συντεθὲν ἐκ Θεοῦ καὶ ἀνθρωπότητος, ὡς πᾶς ἄνθρωπος ὁ κοινὸς ἐκ ζώου καὶ λογικοῦ. Καὶ διὰ τὴν ἐκ Πατρὸς φύσιν ζωοποιήσει ἡμᾶς, ἐπειδὴ ζωή ἐστιν ἐνυπόστατος μορφωθεῖσα τῇ τοῦ δούλου μορφῇ. Ἀπολλ. Εἰ μὲν ὡς προαιρέσει κάλλιον, τοῦτο δεδύνηται πῶς; Προαίρεσις γὰρ ἀνθρώπου δικαιοσύνην ἀληθινὴν οὐ κατορθοῖ. Εἰ δὲ ὡς φύσει δίκαιος, Θεός ἐστιν· εἰ δὲ ὡς ἐνεργείᾳ δικαιούμενος τῇ ἐκ Θεοῦ, αὐτὸς δὲ ἀνενέργητος, καλλίους οἱ ἐνεργοῦντες. Ὀρθ. Καὶ πῶς οὐ κατώρθωσαν δικαιοσύνην ἀληθινὴν οἱ ἀκούσαντες· «Καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ;» καὶ, «Ὑμεῖς